# Περὶ ἰδεῶν λόγου 10

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ ἐπιμελείας καὶ κάλλους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/10

Καὶ τὸ ὑπερβατὸν δέ, εἰ μὴ κατὰ παρένθεσιν γίνοιτο ἀλλὰ καθʼ ὑπέρθεσιν, κάλλος ποιεῖ. ἔστι δὲ τὸ μὲν καθʼ ὑπέρθεσιν ὑπερβατὸν τοιοῦτον, οἷον «τὴν τοῦ διαπράξασθαι ταῦθʼ, ἃ μηδεὶς πώποτε ἄλλος Μακεδόνων βασιλεύς, δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος». τὸ δὲ κατὰ παρένθεσιν ἐξ ἐπεμβολῆς γίνεται, οἷον «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι». τί δὲ ἐργάζεται ἡ ἐπεμβολή, εἰρήκαμεν ἐν τῷ περὶ περιβολῆς, ὅτι, βραχεῖα μὲν εἴπερ εἴη, γοργότητα, μακροτέρα δὲ εἰ γένοιτο, περιβολήν, εἰ δὲ πλεονάσειε, μεστότητα.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
