# Περὶ ἰδεῶν λόγου 12

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/12

Ἡ δὲ ἐπεμβολὴ καὶ ὅλως τὸ πρὶν ἀναπαῦσαι τὴν ἔννοιαν ὑποστρέφειν καὶ ἐπεμβάλλειν ἑτέρας ἐννοίας ὅτι περιβολῆς ἴδιον, ἱκανῶς καὶ ὀλίγῳ ἔμπροσθεν ἐν τῷ περὶ μεστότητος καὶ ἐν τῷ περὶ καθαροῦ λόγου καὶ ὅλως ἐν πλείοσιν εἴρήκαμεν, καὶ παραδείγματα δὲ αὐτοῦ τεθείκαμεν οὐκ ὀλίγα. εἰδέναι μέντοι χρή, ὅτι αὗται αἱ ἐπεμβολαὶ καὶ ὑπτιότητα ἐξαιροῦνται τὴν ἐν ταῖς ἀφηγήσεσι, διακόπτουσαι τὸν λόγον καὶ ποιοῦσαι κατʼ αὐτὸ τὸ διακόψαι γοργότερον· οἷον «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου», εἶτα διέκοψε τὴν ἀφήγησιν ἐπεμβαλὼν τὸ «οὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε», εἶτα ἧκε πάλιν ἐπὶ τὴν ἀφήγησιν «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε» καὶ τὰ ἑξῆς. τοιοῦτόν ἐστι καὶ τὸ «ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησι». καὶ ὅλως, εἴ γε βραχεῖαι εἶεν αἱ ἐπεμβολαί, ἀλλὰ μὴ μακραί, μᾶλλον γοργὸν ἢ περιβεβλημένον ποιοῦσι τὸν λόγον, οἷον «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι»· ὁρᾷς, πῶς εὐκίνητος καὶ γοργὸς ὁ λόγος ἐστίν; ἐγένετο δὲ διὰ τὴν ἐπεμβολὴν τὴν οὖσαν βραχεῖαν «ὅπερ καὶ ἀληθὲς ὑπάρχει», οὐ μὴν ἀπήλλακταί γε πάντῃ περιβολῆς οὐδʼ αὖ οὕτως, ὥσπερ οὐδʼ, ὅτε μακραὶ εἶεν αἱ ἐπεμβολαί, ἀπηλλάχθαι γε ἐῶσι τὸν λόγον γοργότητος καίτοι μᾶλλον τότε ποιοῦσαι περιβολὴν ἢ γοργότητα. Καὶ τὰ μὲν κατὰ τὰς ἐννοίας καὶ μεθόδους καὶ σχήματα, καὶ εἴπερ ἄρα λέξις γένοιτʼ ἂν ὡς ἐδείξαμεν περιβολῆς, διαρκῶς ἀποδέδεικται.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
