# Περὶ ἰδεῶν λόγου 14

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ ἐπιμελείας καὶ κάλλους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/14

Κῶλα δὲ κεκαλλωπισμένα φύσει μὲν τὰ μετρίως μακρότερα, εἰ τῇ συνθήκῃ μὴ διεστήκοι μηδʼ εἴη σύγκρουσίς τις ἐν αὐτοῖς φωνηέντων, ἀλλὰ συνέχοιτο πανταχόθεν τοῖς συμφώνοις, οἷά ἐστι καὶ τὰ Ἰσοκράτους, οὗ γε οὐ μόνον τὰ κῶλα συνέχεται τοῖς συμφώνοις, ἀλλὰ καὶ πᾶς ὁ λόγος· τοσοῦτον αὐτῷ τῆς εὐφωνίας καὶ τοῦ κάλλους μεμέληκε. ταυτὶ μὲν οὖν ὅπερ ἔφην ὄντως καλλωπίζει τὰ κῶλα. δοκεῖ δέ πως κἀκεῖνα τὰ κῶλα ἐπιμέλειαν ἔχειν καί τινα κόσμον ὑφειμένον μὲν καὶ οὐ μάλα τι κωμμωτικόν, ὃμως γοῦν κοσμεῖ τὰ ἐξ ἐπιπλοκῆς βραχείας, ὅταν διʼ ἀλλήλων ὥσπερ ἐξ ἐπεμβολῆς λέγηται πεπλεγμένα, τῆς ὅλης διανοίας μὴ καθʼ ἕκαστον αὐτῶν πληρουμένης, διʼ ὅλων δὲ ὡς μιᾶς, οἷον «οὐ τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν, ᾧ φιλοτιμίας ἕνεκα ἡ περὶ τῆς δωρεᾶς σπουδὴ γένοιτʼ ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ παῤ ὑμῶν λαβεῖν τότε τὴν ἀτέλειαν» καὶ πάλιν «ἔστι δὲ οὐκ ἄδηλον, ὦ Ἀθηναῖοι, τοῦθʼ, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δʼ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ»· ὁρᾷς γάρ, ὅπως βραχέα ἐστὶν ἅπαντα πλὴν τῶν τελευταίων ἐπʼ ἀμφοῖν τοῖν παραδειγμάτοιν τὰ κῶλα, καὶ ὡς αἱ ἐπεμβολαὶ οὐδʼ ἐπεμβολαὶ δοκοῦσί πως εἶναι καὶ ὥσπερ ἐξ ἀκολουθίας τινὸς ἐπεμβεβλημέναι, ἀλλʼ οὐ κατακόρως ἐκφερόμεναι· οὐ γὰρ ὅμοιον ἦν οὕτως εἰπεῖν «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι» ἢ ὡς ταῦτʼ ἔχει τὰ προειρημένα παραδείγματα. διόπερ ἐν ἐκείνῳ μὲν τὸ τῆς γοργότητος πλέον ἐστίν, εἰ καὶ ἐπιμελείας ἔχει τι, ἐνταῦθα δὲ ἀνάπαλιν τὸ τῆς ἐπιμελείας πλέον, εἰ καὶ γοργότητος ἔχει τι. τοῦ δὲ τοιούτου κάλλους καὶ τῆς ἐπιμελείας ταύτης πολλὰ μὲν καὶ ἄλλα ἔστι Δημοσθενικὰ παραδείγματα ἐν ἅπασιν αὐτοῦ τοῖς λόγοις, ὅ γε μὴν Περὶ τῆς ἀτελείας σχεδὸν ἅπας ἐστὶ τοιοῦτος· πολὺ γὰρ ἐν τούτῳ τὸ ἐπιμελὲς καὶ κεκοσμημένον· τὴν δὲ αἰτίαν, διʼ ἣν τοιοῦτος, αὐτὸν ἐξηγούμενοι τὸν λόγον εἰρήκαμεν.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
