# Περὶ ἰδεῶν λόγου 2-2

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ εὐκρινείας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/2-2

Ὅπερ μὲν οὖν ἔφην, εὐκρίνεια τὸ πλεῖστον ἐν τούτοις ἐστίν, οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἄλλων γίνεται λόγος εὐκρινής. καὶ εἰσὶν ἔννοιαι μὲν εὐκρινεῖς αἱ καταστατικαὶ πᾶσαι καὶ εἰς ἀρχὴν ἀνάγουσαι τὸν λόγον, οἶον «ἔστι δʼ ἀναγκαῖον, ὦ Ἀθηναῖοι, καὶ προσῆκον ἴσως, ὡς κατʼ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματα ὑμᾶς ὑπομνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε», καὶ αἱ διατυποῦσαι τὰ μέλλοντα ῥηθήσεσθαι καὶ τὴν ἐν αὐτοῖς τάξιν, οἷον «δίκαιον δέ ἐστιν ἴσως ἐμὲ τρία ὑπεσχημένον ὑμῖν ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμα εἴρηται, δεύτερον δὲ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δὲ ὡς ἀνάξιός ἐστι Χαρίδημος τούτου τυχεῖν, ὅ τι βούλεσθε, τοῦτο πρῶτον διδάσκειν ὑμᾶς, εἶτʼ ἐπήγαγεν ὅτι «περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον; τοῦτο τοίνυν ἐροῦμεν. πολλάκις δὲ διεμαρτυράμην τοῦτο, ὡς οὐδὲν δεῖ κατηγορεῖν τῶν λεγομένων, εἰ καὶ ἄλλο τί ἐστιν ἄμα τῇ εὐκρινείᾳ· καὶ γὰρ ἐνταῦθα πολὺ τὸ τῆς δεινότητος, ἀλλʼ οὐ περὶ ταύτης νῦν. — Καὶ μὴν καὶ αἱ συμπληρώσεις ταῖς ἐννοίαις καὶ ταῖς μεθόδοις εὐκρινῆ ποιοῦσι τὸν λόγον, τὰ μὲν ἀναπαύουσαι τὰ παρελθόντα, τῶν δὲ ῥηθησομένων πάντως ἔχουσαι κατασκευάς τινας, ἀφʼ ὧν εἰς ἀρχὴν ὁ λόγος ἀνάγεται. οἷον «ἓν μὲν τοίνυν πολίτευμα τοῦτο τοιοῦτο τοῦ νεανίου τούτου· ἕτερον δὲ ἀναμιμνῄσκεσθε», εἶτʼ ἀρχὴν ἔλαβεν ὁ λόγος, οἷον ὅτε γὰρ Πύθωνα Φίλιππος ἔπεμψε τὸν Βυζάντιον καὶ τὰ ἑξῆς· καὶ πάλιν «οὐ τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς καὶ τὰ ἐξῆς· καὶ πολλὰ τούτου παραδείγματα. Ἔννοιαι μὲν οὖν εἰσιν εὐκρινείας αὗται.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
