# Περὶ ἰδεῶν λόγου 2-3

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ ἀξιώματος τοῦ λόγου καὶ μεγέθους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/2-3

Μέγεθος τοίνυν καὶ ὄγκον λόγου καὶ ἀξίωμα ποιοῦσιν ἰδέαι αἵδε· σεμνότης, περιβολή, τραχύτης, λαμπρότης, ἀκμή, καὶ ἔτι ἡ σφοδρότης βραχεῖ τῳ διαλλάττουσα τῆς τραχύτητος, ὡς ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς ἔσται φανερόν. τούτων δὲ ἡ μὲν σεμνότης ἐφʼ ἑαυτῆς ἐστι καὶ ἡ περιβολή, αἱ δὲ ἄλλαι πᾶσαι συμπλέκονταί τε καὶ πάλιν οὐ συμιπλέκονται κατά τι πρὸς ἀλλήλας, μέρεσί τισι κοινωνοῦσαι καὶ πάλιν ἑτέροις κεχωορισμέναι· διὸ περὶ μὲν τῆς σεμνότητος ἤδη λελέξεται, περὶ δὲ τῶν λοιπῶν μετὰ τὰ περὶ ταύτης. ἡ δὲ περιβολὴ ἐφʼ ἑαυτῆς μέν ἐστιν, ὥσπερ ἔφην, ἐν ὑστέρῳ δὲ ὁ περὶ αὐτῆς εἰρήσεται λόγος διὰ τὸ πλεονάζειν μὲν ἐν αὐτῇ τὸν ῥήτορα, τὴν δὲ αἰτίαν ἡμᾶς, διʼ ἣν ταύτῃ πλείονι χρῆται κατὰ τὸν ὄγκον, ἄλλως μὴ δύνασθαι γνῶναι, πρὶν περὶ τραχύτητός τι μαθεῖν καὶ λαμπρότητος ἀκμῆς τε καὶ σφοδρότητος.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
