# Περὶ ἰδεῶν λόγου 2-4

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ σεμνότητος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/2-4

Μέθοδοι δὲ σεμιναὶ αἰ κατὰ ἀπόφανσιν καὶ χωρὶς ἐνδοιασμοῦ ἐξ ἀφηγήσεως λεγόμεναι. ὡς γὰρ εἰδότας ἀκριβῶς δεῖ λέγειν καὶ μετʼ ἀξιώματος, ἀλλʼ οὐκ ἐνδοιάζοντας, ὅτε τούτου φροντίζοιμεν, τῆς διαρκοῦς λέγω σεμνότητος, ἀλλὰ μὴ ἄλλου τινός· τὸ γὰρ «εἴτε ἥρωες ἦσαν εἴτε θεοί» σεμνὸν ὄν πλέον ἔχει τοῦ πολιτικοῦ τε καὶ πιθανοῦ κατὰ τὴν ἐνδοίασιν. — Καὶ μὴν καὶ αἱ ἀλληγορικαὶ μέθοδοι, ὅτε διαρκοῖεν, σεμνὸν ποιοῦσι τὸν λόγον, ὡς ἐν τῷ «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται» καὶ τὰ ἑξῆς· λέγω δὲ τοῦτο, εἰ μὴ ἑκών τις διὰ τῶν εὐζώνων καὶ εὐτελῶν τινος ἀλληγοροίη· τότε γὰρ οὐκέτι σεμινόν, ἄλλης δέ τινος ἐννοίας ποιεῖ τὸν λόγον καὶ σχεδὸν τῆς εὐτελοῦς — Καὶ μὴν καὶ τὸ διʼ ἐμφάσεων μυστικῶς τι καὶ τελεστικῶς ἐν ταῖς σεμναῖς τῶν ἐννοιῶν ὑποσημαίνειν μεθόδου σεμνῆς· ὡς γὰρ αὐτοὶ μὲν εἰδότες, οὐκ ὄντες δὲ οἷοί τε λέγειν εἰς τοὐμφανὲς αὐτά, ἐνδεικνύμιεθα διὰ τῆς μεθόδου ταύτης μέγεθός τι καὶ σεμνότητα ἐννοίας, ὥσπερ ὁ Πλάτων ὅταν λέγῃ τὸ «ὄντως ὄν» καὶ «ἀγαθὸς ἦν» καὶ τὰ τοιαῦτα· ἤδη δέ που καὶ ἀνέπτυξε τὴν μέθοδον ταύτην εἰπὼν ὅτι «τόδε τι εὑρεῖν τε χαλεπὸν καὶ εὑρόντα εἰς πάντας λέγειν ἀδύνατον». ἀλλʼ ἐπὶ μὲν τῶν φύσει σεμνῶν ἐννοιῶν χρήσιμιοι πρὸς αὔξησιν σεμνότητος καὶ αἱ τοιαῦται μέθοδοι, ἐν δὲ ταῖς πολιτικωτέραις οὐκέτι αἰ ἐμφάσεις σεμνότητος, ἑτέρου δέ τινος ἐργαστικαί. Μέθοδοι μὲν οὖν αὗται σεμνότητος καὶ ἔννοιαι.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
