# Περὶ ἰδεῶν λόγου 2-6-3

Hermogenes, Περὶ ἰδεῶν λόγου, 2 to 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/2-6

Μέθοδος δὲ σφοδρότητος σχεδὸν ἡ αὐτή, ἥπερ καὶ τραχύτητος· τὸ γὰρ ἀπαρακαλύπτως καὶ φανερῶς ἔτι τε ψιλῶς ἀλλὰ μὴ συμπλέκοντά τισι τῶν ἀνειμένων ἐννοιῶν λέγειν τὰς τοιαύτας ἐννοίας μηδʼ ἄλλως πως σφοδροῦ λόγου. παραδείγματα δὲ αὐτοῦ τὰ προειρημένα πάντα. Καὶ μὴν καὶ λέξις σφοδρά, ἥπερ ἦν καὶ τραχεῖα. ἐνταῦθα δὲ καὶ ποιεῖν ὀνόματα ἴσως ἐγχωρεῖ τραχέα, ὥσπερ ὁ ῥήτωρ ἐποίησε τὸ ‘ἰαμβειοφάγοςʼ καὶ τὸ ‘γραμματοκύφωνʼ καὶ εἴ τι τοιοῦτο, ἐν τραχύτητι δὲ οὐχ εὗρον ὄνομια οὕτω πεποιημένον. καὶ ταύτῃ ἂν οὖν ἴσως διαφέροι ἡ σφοδρότης τραχύτητος.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
