# Περὶ ἰδεῶν λόγου 2

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ καθαρότητος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/2

Μέθοδος δὲ καθαρότητος σχεδὸν μία. γίνεται γὰρ μάλιστα καθαρὸς ὁ λόγος, ὅταν ψιλὸν τὸ πρᾶγμά τις ἀφηγῆται ἢ ἄρχηταί γε ἀπʼ αὐτοῦ ψιλοῦ τοῦ πράγματος καὶ μηδὲν ἔξωθεν συνεφέλκηται, οἷον ἢ γένος εἴδει προσλαβὼν ἢ ὅλον μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ κρίσιν δικαστῶν ἢ ποιότητα πράγματος ἢ τὴν πρὸς ἕτερον διαφορὰν ἤ τι τοιοῦτον· περιβάλλει γὰρ ἅπαντα ταῦτα καί εἰσιν ἔννοιαι περιβολῆς αὗται, ἥ ἐστιν ἐναντία καθαρότητι. περιβάλλει δὲ καί, ὅσα φύσει παρακολουθεῖ τοῖς πράγμασιν, εἰ προσλαμβάνοιντο, οἷον τόπος ἤ χρόνος ἢ πρόσωπον ἢ τρόπος ἢ αἰτία ἤ τι τοιοῦτον. ἀπηλλάχθαι οὖν δεῖ τούτων ἀπάντων τὸν καθαρὸν λόγον κατὰ τὴν μέθοδον ἤτοι παντάπασί γε ἢ οὕτως ὥστε μηδὲν τούτων πρὸ αὐτοῦ τοῦ πράγματος τετάχθαι· ἐπεὶ καὶ ταῦτά τις προσλαμβάνων ἢ τινὰ τούτων ὅμως δύναται ποιεῖν φαίνεσθαι καθαρὸν τὸν λόγον διὰ τῶν ἄλλων, ἃ δὴ τὴν καθαρότητα ποιεῖ, οἷον σχημάτων, λέξεων καὶ τῶν λοιπῶν, καί τις τοιαύτη ἐστὶ μέθοδος καθαρότητος· δόξει μὲν γὰρ λέγειν καθαρῶς, οὐ μὴν ὡς ἀληθῶς γε ἐρεῖ, περιβάλλει δὲ οὐδὲν ἧττον. καὶ τοῦτο ἰδεῖν ἔστι παρὰ τῷ ῥήτορι μάλιστα, ἐπεὶ καὶ τὸ «ὐβρισθείς, ὦ Ἀθηναῖοι, καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα» καὶ τὰ ἐφεξῆς τά τε προειρημένα παραδείγματα σχεδὸν πάντα ἕνεκα μὲν τῆς ἐπιβολῆς καθαρῶς εἰσῆκται· ἀπὸ γὰρ αὐτῶν ἦρκται ψιλῶν τῶν πραγμάτων καὶ φαντασίαν ἔχει καθαρότητος καὶ ἰδιωτισμοῦ· τὰ δὲ μετὰ ταῦτα ἐφʼ ἑκάστῳ ῥηθέντα περιβολὴν ἐποίησε λεληθυῖαν. δῆλον οὖν ἐκ τούτων, ὅτι καὶ φαινόμενός τις ἔστι λόγος καθαρός, οὐ μὴν ὡς ὄντως γε τοιοῦτος. — Μεθόδου καθαρᾶς καὶ τὸ ἀφηγηματικῶς, ἀλλὰ μὴ ἄλλως πως εἰσάγειν τὰ πράγματα· μέθοδος γάρ τις οἶμαι καὶ ἡ ἀφήγησις, ἀλλʼ οὐ σχῆμα, ὡς οἴονται τινές· ἐπεὶ καὶ ἐν πολλοῖς σχήμασιν ἀφηγήσαιο ἄν, καὶ γὰρ ὁρθώσας καὶ πλαγιάσας καὶ μερίσας καὶ συμπλέξας, καὶ ὅλως πολλοῖς σχήμασιν ἀφήγησις γίνεται, οὐ μὴν ἅ γε ὄντως ἐστὶ σχήματα, σχήμασιν ἄλλοις τισὶ γίνεσθαι πέφυκεν. εἴη ἂν οὖν μέθοδός τις καὶ ἡ ἀφήγησις. εἴτε δὲ μέθοδος εἴτε σχῆμα, εἰδέναι δεῖ, ὡς χρήσιμον τοῦτο τῇ καθαρότητι. Ἀλλʼ ἐννοίας μὲν καὶ μεθόδους καθαρότητος ταύτας εὑρίσκομιεν.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
