# Περὶ ἰδεῶν λόγου 4.1-3

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ ἐπιμελείας καὶ κάλλους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/4.1-3

Σχήματα δὲ καλά, ἃ καὶ ἐκπρεπῆ ποιεῖ τὸν κόσμον καὶ σαφῶς τὸ κεκαλλωπίσθαι ἐνδείκνυται, αἵ τε παρισώσεις, αἵπερ καὶ πλεονάζουσι παρὰ τῷ Ἰσοκράτει· εἰσὶ δὲ καὶ παρὰ τῷ ῥήτορι, οὐ μὴν τοσαῦταί γε οὐδὲ τοιαῦται, μάλιστα δʼ ἐκεῖναι παρʼ αὐτῷ σπάνιαι, ὅσαι τὸ καθʼ αὑτὰς ἀκριβὲς ἔχουσιν, οἷόν ἐστι καὶ τὸ «τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὐτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν»· τοιαύτην γὰρ παρίσωσιν καὶ οὕτως ἐπιτετηδευμένην οὐδεμίαν εὑρεῖν ἑτέραν ἔχομεν παρά γε τῷ ῥήτορι. ἀλλὰ τὴν μὲν αἰτίαν, διʼ ἣν ἐνταῦθα ἐπετήδευσεν οὕτω κεκοσμημένον προσκόρως τὸν λόγον εὐθύς ἐν προκαταρκτικοῖς παρασχέσθαι, θεωροῦντες τὸν λόγον αὐτὸν τὸν Κατʼ Ἀνδροτίωνος εἰρήκαμεν· ὅτι δʼ οὖν σπανίως χρῆται τῷ τοιούτῳ, φανερόν, οὐ μὴν ταῖς γε παρισώσεσιν αὐταῖς σπανίως, ἀλλὰ χρῆται μὲν αὐταῖς μετρίως, μετὰ μέντοι τινὸς παραμυθίας· ἤτοι γὰρ διακόπτων αὐτὰς ἐξ ἐπεμβολῆς τινος καταμίγνυσι τῷ λόγῳ ἢ ἐναλλάττων τὰς συλλαβὰς τὰς κατὰ τὸ τέλος παρισούσας τὰ κῶλα ἢ ταῖς κατὰ κῶλον ἅπαν παρισώσεσιν, οὐχὶ ταῖς κατὰ τὸ τέλος συλλαβαῖς ἴσαις χρώμενος, ὥσπερ ἐχρήσατο ἴσαις ταῖς γε κατὰ τὸ τέλος συλλαβαῖς ἐν τῷ «ἅμα τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν» καὶ οἷα μυρία τις ἂν λάβοι παρʼ Ἰσοκράτους. οὔκουν ὁ Δημοσθένης οὕτως, ἀλλὰ κατʼ ἐκείνους τοὺς τρεῖς τρόπους, ἢ διακόπτων ὡς ἐλέγομεν ἢ ἐναλλάττων τὰς παρισούσας συλλαβὰς ἢ κατὰ κῶλον παρισῶν ἅπαν. διακόπτει μὲν οὖν τὰς παρισώσεις κατὰ ἐπεμβολὰς οὕτως «τὸ μὲν γὰρ πολλὰ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἄν τις ἀμελείας θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι», καὶ ἡ ἐπεμιβολὴ «τπεφηνέναι τέ τινα ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι», εἶθʼ οὕτως ἀπέδωκε τὸ ἴσον κῶλον τῷ ἐξ ἀρχῆς «τῆς παρʼ ἐκείνων εὐνοίας εὐεργέτημʼ ἂν ἔγωγε θείην». διακόπτει μὲν οὖν οὕτως κατʼ ἐπεμβολήν. ἐναλλάττει δὲ τὰς συλλαβὰς τὰς κατὰ τὸ τέλος ποιούσας τὰς παρισώσεις οὕτως, οἷον «τὸ μὲν τοίνυν ἐν τῇ πρεσβείᾳ πρῶτον κλέμμα μὲν ψιλίππου, δωροδόκημα δὲ τῶν ἀδίκων τούτων τοιοῦτον ἐγένετο»· εἰ γὰρ ἐκείνως εἶπε τὸ μὲν τοίνυν Φιλίππου μὲν ἐν τῇ πρεσβείᾳ κλέμμα, τουτωνὶ δὲ δωροδόκημαʼ, σαφὴς ἂν ἡ πρὸς κάλλος ἐγένετο ἐπιβουλὴ τοῦ λόγου· διὰ τοῦτο οὖν ἐνήλλαξεν. ὅμοιον τούτῳ κἀκεῖνο τὸ «καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ κεκωλυκότα ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ καὶ μηδὲν ὧν προσετάξατε ὑμεῖς πεποιηκότα καὶ ἀνηλωκότα τοὺς χρόνους »· τὰ γὰρ παρισοῦντα εἰ κατὰ τὸ τέλος ἔθηκεν, ἐκπρεπῶς μὲν ἂν ἐκεκαλλώπιστο αὐτῷ ὁ λόγος, πόρρω δὲ ἂν ἦν τοῦ πιθανοῦ, οἷον εἰ οὕτως εἶπε ῾ καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ τὸν δῆμον ἀκοῦσαί μου τἀληθῆ κεκωλυκότα καὶ τοὺς χρόνους κατανηλωκότα καὶ μηδὲν ὧν προσετάξατε πεποιηκόταʼ· ἔφυγεν οὖν τὸ τοιοῦτον. πολλὰ δʼ ἔστιν αὐτοῦ παραδείγματα, εἴ τις ἐθέλοι ζητεῖν· ἐπεὶ καὶ τὸ «ταῦτα γράψαντος ἐμοῦ τότε καὶ τὸ τῇ πόλει συμφέρον, οὐ τὸ Φιλίππῳ ζητοῦντος» τοιοῦτόν ἐστιν. ἀλλʼ οὗτος μὲν ἔφυγε τὴν τοιαύτην παρίσωσιν ἅτε τὴν τελείαν περὶ λόγους ἐπιστήμην ἔχων, ὁ δʼ Ἰσοκράτης οὐκ ἂν ἔφυγεν, ἀλλὰ καὶ μὴ οὖσαν φύσει παρίσωσιν ἐβιάσατο ἂν γενέσθαι διὰ τὸ μέλειν αὐτῷ κάλλους μᾶλλον καὶ ἐπιμελείας ἢ πιθανότητος καὶ ἀληθείας. ταῖς μέντοι καθʼ ὅλον κῶλον παρισώσεσι καὶ πάνυ χρῆται ὁ Δημοσθένης τὰ γὰρ τοιαῦτα τοῦ κάλλους οὐκ ἀπηλλαγμένα τὸ γοργὸν οὐδὲν ἧττον ἔχει καὶ ἀληθές, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ; τρισὶ γὰρ κώλοις καὶ διʼ ὅλων ἴσοις κομμάτιον ἓν ἐπήγαγε τὸ «τπαρανόμων γράφῃ» καὶ πεποίηκε κάλλος δαιμόνιον ὁμοῦ τῷ γοργῷ καὶ σφοδρῷ κατὰ τὴν ἀποστροφήν. πολλαῖς καὶ τοιαύταις Ἰσοκράτης κέχρηται παρισώσεσι, πλὴν οὐ κατʼ ἀποστροφήν· σχεδὸν γὰρ οὐδʼ ὅλως ἔστι παρʼ αὐτῷ τὸ σχῆμα τοῦτο. γίνονται δὲ αἱ παρισώσεις καὶ κατʼ ἀρχὰς καὶ κατὰ τέλος· καὶ κατʼ ἀρχὰς μὲν οἷον «προσήκει προθύμως», καὶ ὁ Πλάτων « Παυσανίου δὲ παυσαμιένου, διδάσκουσι γάρ με ἴσα λέγειν οἱ σοφοί»· κατὰ τέλος δὲ ὅπως αἱ παρισώσεις γίνονται, δέδεικται ἔμπροσθεν, οἷον «τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν» καὶ τὰ ἑξῆς.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
