# Περὶ ἰδεῶν λόγου 5-14

Hermogenes, Περὶ ἰδεῶν λόγου, Β, Περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/5-14

Ἐν τοίνυν τοῖς καθʼ ἱστορίαν πανηγυρικοῖς πανηγυρικώτατός ἐστιν ὁ Ἡρόδοτος· τὸ δὲ αἴτιον, ὅτι μετὰ τοῦ καθαροῦ καὶ εὐκρινοῦς πολύς ἐστι ταῖς ἡδοναῖς· καὶ γὰρ ταῖς ἐννοίαις μυθικαῖς σχεδὸν ἀπάσαις καὶ τῇ λέξει ποιητικῇ κέχρηται διόλου. μέγεθος δὲ πολλαχοῦ μὲν ἔχει καὶ τὸ κατʼ ἔννοιαν, κατὰ μέντοι τὴν ἐπιμελειαν καὶ τὸ πολὑ τοῦ κόσμου τὸ συναμφότερον καὶ τὴν ἡδονὴν ἔχει καὶ τὸ μέγεθος· οἱ γὰρ πλεῖστοι τῶν ῥυθμῶν αὐτῷ κατά τε τὰς συνθήκας καὶ κατὰ τὰς βάσεις δακτυλικοί τέ εἰσι καὶ ἀναπαιστικοὶ σπονδειακοί τε καὶ ὅλως σεμνοί. ἤθη δὲ καὶ πάθη προσώπων εἴπερ τις ἄλλος κάλλιστα καὶ ποιητικώτατα μεμίμηται, διὰ δὲ τούτων καὶ πλείονι τῷ μεγέθει πολλαχοῦ κέχρηται, ὡς ἔν τε ἄλλοις καὶ ἐν τῇ ἑβδόμῃ τῶν Ἰστοριῶν κατὰ τοὺς Ξέρξου πρὸς Ἀρτάβαζον κἀκείνου πρὸς Ξέρξην περὶ τῶν ἀνθρωπείων πραγμάτων λόγους. Τοσαῦτα καὶ περὶ Ἡροδότου.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
