# Περὶ ἰδεῶν λόγου 5-6

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ λαμπρότητος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/5-6

Κῶλα δὲ τὰ μέλλοντα ποιήσειν τὸν λόγον λαμπρὸν μακρότερα εἶναι δεῖ· καὶ τούτου παραδείγματα πάντα, ὅσα κἀν τῷ περὶ ἐννοιῶν λαμπρότητος εἰρήκαμιεν. Συνθῆκαι δὲ λαμπραὶ μάλιστα μὲν αἱ σεμναί, περὶ ὧν εἴρηται, χρῆσθαι μὴν ἔστιν ὅτε οἷόν τε καὶ τροχαικαῖς συνθήκαις, καὶ οὐδέν γε βλάπτεται ὁ λαμπρὸς λόγος τῇ συνθήκῃ ταύτῃ, μόνον εἰ ἡ ἀνάπαυσις γένοιτο σεμνή· τὸν γὰρ ῥυθμὸν αἰ τοιαῦται ἀναπαύσεις μακρῶν τῶν κώλων γινομένων ποιοῦσι σεμνόν τε καὶ λαμπρόν, κἂν ἐκ τροχαίωον συγκείμενος ᾖ.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
