# Περὶ ἰδεῶν λόγου 5-9

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ ἐπιμελείας καὶ κάλλους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/5-9

Αἵ τε οὖν παρισώσεις καλλωπίζουσιν, ὅπερ ἐλέγομεν, καὶ αἱ κατὰ κῶλον ἐπαναφοραί, οἷον «μέχρι τούτου Δασθένης φίλος ὠνομάζετο Φιλίππου, ἕως προὔδωκεν Ὄλυνθον, μέχρι τούτου Τμόλαος, ἕως ἀπώλεσε Θήβας»· ἐπαναφέρει γὰρ ἐπὶ ταὐτὸ μέρος τοῦ λόγου. διαφέρει δὲ παρισώσεως τῆς κατʼ ἀρχὰς τὸ σχῆμα τοῦτο, ᾖ ἐκεῖ μὲν συλλαβή ἐστιν ἡ αὐτὴ ἐπʼ ἀμφοῖν τοῖν κώλοιν, εἰ δὲ καὶ πλείους, ἀλλʼ οὐ λόγου τι μέρος ὁλόκληρον, ἐνταυθοῖ δὲ ὅλη τις λέξις· καὶ ὃ μὲν ἂν ἐπαναφορά, καὶ παρίσωσίς ἐστιν ἡ κατʼ ἀρχάς, ὃ δʼ ἂν παρίσωσις ᾖ κατʼ ἀρχάς, οὐκέτι καὶ ἐπαναφορά. οὐδὲν δὲ θαυμαστόν, εἴ τι καὶ λαμπρὸν ἢ ἀκμαῖον ἔχει τὸ προειρημένον παράδειγμα· συγγένεια γὰρ λαμπρότητι πρὸς κάλλος ἐν ἅπαντι σχεδὸν πράγματι, διὰ δὲ τοῦτο καὶ πρὸς ἀκμήν· τὰ γὰρ ἀκμαῖά τε καὶ ὡραῖα — καὶ σώματα καὶ ὅ τι βούλει — πάντως καὶ λαμπρὰ καὶ καλά, οὐ μὴν τὸ ἀνάπαλιν· καλὸν γὰρ δύναταί τι καὶ μὴ ἀκμαῖον εἶναι μηδὲ λαμπρόν. αἱ μέντοι ἐπαναφοραὶ εἰ κατὰ κόμμια γίνοιντο, γοργὸν ποιοῦσι τὸν λόγον, ἀλλʼ οὐ καλόν, οἷον «προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ»· ἐνταῦθα δὲ καὶ ἡ ταχεῖα τοῦ μερισμοῦ ἀπόδοσις τὸ γοργὸν ἐποίησεν.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
