# Περὶ ἰδεῶν λόγου 6-11

Hermogenes, Περὶ ἰδεῶν λόγου, Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/6-11

Ὁ τοίνυν σοκράτης ἕνεκα μὲν καθαρότητος καὶ εὐκρινείας, αἵ δὴ τὸν σαφῆ ποιοῦσι λόγον ἰδέαι, πολιτικώτατός ἐστι πάντων, ἤθους δὲ καὶ ἀληθείας ἀμοιρῶν ἦττόν ἐστι πιθανός. ἐπιμελείᾳ μέντοι καὶ κόσμῳ περιττεύει, μεγέθει τε ὡσαύτως, πλὴν ὅτι τὴν σφοδρότητα ἢ τραχύτητα, εἴ που καὶ χρῷτο ταύταις, τῇ ἐπιμελείᾳ ἐκλύει· καὶ τὴν περιβολὴν δὲ ἠττον ἐν τοῖς περὶ τὴν λέξιν ποιεῖ καὶ τὴν μέθοδον, τοῖς κατʼ ἔννοιαν δὲ μάλιστα περιβάλλει· γοργότητος δὲ οὐδὲν ὅλως παρὰ τούτῳ. πλέον δέ, εἰ καὶ δυσχερὲς εἰπεῖν, τὸ ὕπτιόν τε καὶ ἀναβεβλημένον παρʼ αὐτῷ καὶ ὅλως τὸ πρεσβυτικὸν καὶ διδασκαλικόν. τῷ δὲ φύσει ἀληθείας ἀμοιρεῖν καὶ ταῖς ἐργασίαις περιττός ἐστιν, ὥσπερ ἐπίδειξιν εὑρέσεως ἐννοιῶν ποιούμενος καὶ πολλὰ οὐ χρησίμως λέγων· δῆλον δʼ, ἐξ ὧν εἰς τὰς αὐτὰς ὁ ῥήτωρ ἐμπεσὼν ἐννοίας αὐτῷ οὐχ ὁμοίως ἔχρήσατο ταῖς ἐργασίαις καὶ πίστεσι· πολλὰ δὲ τούτου τὰ παραδείγματα. καταφανέστερον μέντοι, ὅ λέγω, γίνεται ἔκ τε τοῦ προοιμίου τοῦ τετάρτου τῶν ιλιππικῶν, οἶον τεἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο » καὶ τὰ ἐξῆς, καὶ τοῦ Ἀρχιδάμου· τῆς αὐτῆς γὰρ οὔσης προτάσεως, ὅτι δεῖ καὶ νεωτέρων πρὸ τῶν πρεσβυτέρων ἀνισταμένων ἀνέχεσθαι, ὅ μὲν ὥσπερ θέσιν τινὰ ὁ σοκράτης διὰ πλειόνων κατεσκεύασεν, ὅ δὲ μιᾷ ἠρκέσθη κατασκευῇ. εἰ δέ τι καὶ ἄλλο ἔχει τὸ προοίμιον τοῦ λόγου τούτου ὑπαίτιον, ἑτέρου καιροῦ ἐξετάζειν. ἡ μέντοι κατὰ μέθοδον δεινότης ἐστὶν οὐκ ὀλίγη καὶ παρὰ τούτῳ. Ταῦτα περὶ Ἰσοκράτους.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
