# Περὶ ἰδεῶν λόγου 6-3

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ σεμνότητος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/6-3

Συνθῆκαί γε μὴν σεμναὶ αἱ τῆς μὲν συγκρούσεως ἕνεκα τῶν φωνηέντων μὴ μικρολογούμεναι, τῷ δὲ ὅλῳ δακτυλικαί τε οὖσαι καὶ ἀναπαιστικαὶ παιωνικαί τε καὶ ἔστιν ὅτε ἰαμβικαὶ σπονδειακαί τε καὶ μᾶλλον· διὸ καὶ αἱ ἐξ ἐπιτρίτων ἁρμόττουσι τῷ σεμνῷ. τροχαϊκαὶ μέντοι καὶ ἰωνικαὶ ἐναντίαι σεμνότητι. τεκμήριον δὲ τούτου πεποίηκεν ἐναργὲς ὁ διαφθείρας τόδε τὸ ἔπος «σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον» καὶ διὰ τῆς ἐναλλαγῆς τῶν λέξεων ἀπὸ τοῦ δακτυλικοῦ ἐπὶ τὸ ἰωνικόν τε καὶ τὸ συγγενὲς τῷ ἰωνικῷ τροχαϊκὸν μεθαρμόσας αὐτὸ οὕτως «σείων μελίην Πηλιάδα δεξιὸν κατʼ ὦμον»· δύο γάρ εἰσιν ἐνταῦθα ἰωνικαὶ συζυγίαι καὶ μετὰ ταῦτα τὸ ἰθυφαλλικὸν καλούμενον μέτρον ἐκ τριῶν συγκείμενον τροχαίων, διʼ ὧν ἐκλάσθη πᾶς ὁ ῥυθμὸς βιασθεὶς πρὸς τὸ ἐναντίον ἐλθεἔν δακτυλικοῦ καὶ σεμνότητος. καὶ ἐπʼ ἄλλων δʼ ἂν ἴδοις οὐκ ὀλίγων ὁμοίως ταὐτὸν γινόμενον μόνων τῶν λέξεων καὶ τοῦ ῥυθμοῦ μεταγόντων αὐτὰ εἰς πολὺ τοὐναντίον, οἷον «ῷς ὁ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς,ʼ βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης »· εἰ γὰρ μεταθείης τὰς λέξεις, ποιήσεις αὐτὸ τροχαϊκὸν ἐπίμικτον κατὰ ταῦτα «ὣς ὁ πρόσθʼ ἵππων ἔκειτο καὶ δίφρου τανυσθείς, αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς»· ὅμοιον γὰρ τοῦτο ἐκείνῳ «τοἲ μὲν ἐπʼ ἄκραισι πυραῖς νέκυες ἔκειντο γῆς ἐπὶ ξένης ὀρφανὰν αἶαν προλιπόντες ἥβην τʼ ἐρατεινὴν καὶ καλὸν ἡλίου πρόσωπον.» καὶ πάλιν «ἀλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο »· εἰ γὰρ μεταμειφθεῖεν κἀνταῦθα αἱ λέξεις, ἔσται τετράμερον.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
