# Περὶ ἰδεῶν λόγου 6.1

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ ἀκμῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/6.1

Ἀπορήσειε δʼ ἄν τις ἐκ τούτων εἰκότωος, ποῖόν τί ἐστι τὸ «μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου καὶ τὰ ἐξῆς, καὶ τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν» καὶ τὰ ἑξῆς, καὶ ὅσα τοιαῦτα, πότερον ἀκμαστικὰ ἢ λαμπρὰ ἢ τὸ συναμφότερόν ἐστιν, ὃ καὶ μᾶλλον· φαίημεν οὖν ἄν, ὅτι, καθάπερ ἐδιδά. ξαμεν ἔν τε τῷ περὶ λαμπρότητος καὶ ἐνταῦθα πάλιν ἐν τῷ περὶ ἀκμῆς, πάντως τῇ ἀκμῇ λαμπρότητος ἴδια πολλὰ πρόσεστιν, οἷον τὰ κῶλα μακρὰ ὄντα καὶ οἱ ῥυθμοὶ καὶ τὰ ἑξῆς τούτων, πολλαχοῦ δὲ καὶ τὴν λέξιν ἔφαμεν καὶ τὸ μέγιστον τὰ ἀποστατικὰ τῶν σχημάτων· ὥστʼ, εἰ λέγοιμεν ταῦτα μεμῖχθαι ἐξ ἀμφοῖν, ἔκ τε λαμπρότητος καὶ ἀκμῆς, τὸ «τμέχρι τούτου Λασθένης» καὶ τὰ τοιαῦτα εἰς ταὐτὸν ἐμπίπτειν καὶ μηδὲν ἧττον ἐμφαίνεσθαι αὐτὰ ἀκμαστικά, εἴ γε πάντως ἔχει ἡ ἀκμὴ πολλὰ τῶν ἰδίων λαμπρότητος· αἵ τε γὰρ ἔννοιαι τούτων, οἷον τὸ «τμέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου» καὶ πάλιν τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν» καὶ ὅσα τοιαῦτα σφοδρά πως εἶναι δοκεῖ κατὰ προσώπων λεγόμενα, ὅπερ ἴδιον ἀκμῆς, τά τε σχήματα αὐτὰ καὶ τὰ κῶλα ὄντα λαμπρὰ μετʼ ἐκείνων τῶν ἐννοιῶν τὴν ἀκμὴν ποιεῖ. ὥστε καὶ φαίη τις ἄν· τί χρὴ λέγειν, ὅτι μέμικται λαμπρότης ἐνταῦθα καὶ ἀκμή, φύσει δέον ἀεὶ ταῦτα μεμῖχθαι, ὅτε ἀκμαῖος ὁ λόγος εἴη; ἀλλʼ εἰδέναι χρή, ὅτι πρῶτον μὲν ἐνταῦθά φαμεν ἀκμὴν καὶ λαμπρότητα συνεληλυθέναι, οὐχί γε τραχύτητα ἢ σφοδρότητα ὁμοῦ λαμπρότητι γεγενῆσθαι, ἃ ποιεῖ τὴν ἀκμήν· οὐ γὰρ ἀκμὴ καὶ λαμπρότης συνελθοῦσαι ἀκμὴν ποιοῦσιν, ἀλλʼ ἔννοιαι τραχεῖαι καὶ σφοδραὶ καὶ μέθοδοι τοιαῦται λέξει καὶ κώλοις λαμπρότητος καὶ εἴ τινι ἑτέρῳ κραθεῖσαι ποιοῦσι τὴν ἀκμήν. διὸ οὐδὲ ἀντακολουθοῦσιν ἀλλήλαις, ἀλλʼ ἡ μὲν ἀκμὴ πάντως ἔχει τι καὶ λαμπρότητος, οὐ μὴν ἥ γε λαμπρότης ἔχει τι ἀκμῆς, εἰ μή τις ἐρίζων βιαίως λέγοι ταῦτα, ἃ ἦν ἴδια λαμπρότητος, τὴν μακροκωλίαν λέγω καὶ τὰ ἀποστατικὰ σχήματα καὶ εἴ τι ἕτερον, διὰ τὸ ἐπʼ ἀμφοῖν εὑρίσκεσθαι ἰσάζειν καὶ μηδὲν μᾶλλον ἐντεῦθεν ἐκεῖ ἢ ἐκεῖθεν ἐνθάδε μετενηνέχθαι. ἀλλὰ ταῦτα μέν ἐστι σαφὴς λῆρος· φανερὰ γὰρ ταῦτά γε καὶ τῇ αἰσθήσει ψιλῇ, ὡς ἴδια μέν ἐστι λαμπρότητος, ἀκμὴ δʼ οὐδὲ ἔχει γενέσεως ὑπόστασιν καθʼ ἑαυτήν, ἀλλʼ ἡ μῖξις τῶν ἀπὸ τῆς τραχύτητος ἢ σφοδρότητος καὶ τῶν ἀπὸ τῆς λαμπρότητος ποιεῖ τὴν ἀκμήν. διό, καθάπερ ἔφην, οὐδὲ ἀντακολουθοῦσιν· ὅπερ μὲν γὰρ ἂν ἀκμαῖον ᾖ, πάντως καὶ λαμπρόν ἐστι καὶ ἤτοι σφοδρόν γε ἢ τραχὺ ἢ τὸ συναμφότερον· οὐ μὴν ὅ τι ἂν ᾖ τραχύ γε ἢ σφοδρὸν ἢ καὶ λαμπρόν, ἀνάγκη αὐτὸ καὶ ἀκμαῖον εἶναι· ἔχει γὰρ ταῦτα καὶ καθʼ ἑαυτὰ ὑπόστασιν καὶ χωρὶς τῶν ἑτέρων. δύναται μέντοι τις οὕτω λέγειν, ὅτι οἷόν τέ ἐστιν ἀπὸ ταύτης τῆς ἐννοίας οἷον τῆς τραχείας ἢ σφοδρᾶς ἀκμὴν ποιῆσαι ἢ πάλιν ἀπὸ τούτου τοῦ κώλου οἷον τοῦ λαμπροῦ ὁμοίως ἀκμὴν ποιῆσαι, οὐ μὴν ἴδιά γε ταῦτα ἀκμῆς. πρὸς οὖν τοὺς ταῦτα τιθεμένους ἀκμὴν εἶναι, ἐπείπερ ἔφην ἄμφω συνεληλυθέναι, ἀκμὴν καὶ λαμπρότητα, πρῶτον μέν, ὅπερ εἶπον, ὑποληπτέον, ὅτι οὐκ ἐξ ἀκμῆς καὶ λαμπρότητος ἡ ἀκμὴ γίνεται, ἀλλʼ ἐξ ὧν εἴρηται· ἔπειτα ὅτι ταῦτα, τὸ «τμέχρι τούτου Λασθένης» λέγω καὶ τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος» καὶ τὰ τούτων ἐξῆς ὅσα τε αὐτοῖς ἐστιν ὅμοια, μεμῖχθαι λέγω διόλου ἀρξάμενα ἀπὸ τῶν ἐννοιῶν· καὶ γὰρ λαμπραί εἰσι καὶ σφοδραὶ ἔννοιαι καὶ μᾶλλόν γε λαμπραί, εἴ τις σὺν ἐπιστήμῃ αὐτὰς θεωροίη. σκεψώμεθα δέ, ποίας ἐννοίας ἔφαμεν εἶναι λαμπράς. αἷς πέποιθεν ὁ λέγων δηλονότι. οὐκοῦν ἐνταῦθα βουλόμενος συστῆσαι ὁ ῥήτωρ, ὅτι, εἰ τῆς Φιλίππου μερίδος ἡ πόλις ἐγένετο, οὐκ ἂν συνήνεγκεν, ἐπιστώσατο μὲν αὐτὸ καὶ κατὰ ἔθνη καὶ κατὰ πόλεις, ἐκ Θετταλῶν τετραδαρχουμένων καὶ ἐκ τῶν ἄλλων, οἷον «καὶ γὰρ εἰ μὲν ὡς ἐκράτησε Φίλιππος ᾤχετο εὐθέως ἀπιὼν καὶ μετὰ ταῦτα ἦγεν ἡσυχίαν, μηδένα μήτε τῶν ἑαυτοῦ συμμάχων μήτε τῶν ἄλλων Ἑλλήνων ἀδικῶν, ὅμως ἦν ἄν τις κατὰ τῶν ἐναντιωθέντων, οἷς ἔπραττεν ἐκεῖνος, μέμψις καὶ κατηγορία· εἰ δὲ ὁμοίως ἁπάντων τὸ ἀξίωμα, τὴν ἡγεμονίαν» καὶ τὰ ἑξῆς. συνέστησε μὲν οὖν αὐτὸ καὶ κατὰ πόλεις, ὥσπερ ἔφην, καὶ κατὰ ἔθνη. συνιστὰς δὲ αὐτὸ καὶ ἀπὸ τῶν κατʼ ἄνδρα «τοὐδείς», φησί, «τὸ τοῦ προδιδόντος συμφέρον ζητῶν χρήματα ἀναλίσκει». εἶτʼ αὖ πάλιν τοῦτο συστῆσαι θέλων ἔχει παραδείγματα σαφῆ καὶ πολλὰ καὶ γνώριμα πᾶσι. διὸ καὶ πεποιθήσει λέγων ἐλλαμπρύνεται τῷ λόγῳ. καὶ οὐκ οἶδά γε, εἴ τι παράδειγμα τούτου λαμπρότερον ἔχομεν τοῦ «μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου» καὶ τὰ ἑξῆς, εἰς τοσοῦτον μῆκος τῶν κώλων προελθόντων, ἅτε τῇ ἐννοίᾳ πεποιθότως χρωμένου τοῦ ῥήτορος, καὶ τῶν ἐπαναφορῶν διὰ τὸ κατὰ συζυγίαν ἐξενεχθῆναι θαυμαστὸν κάλλος ἐργασαμένων· ἀκριβέστερον δὲ καὶ περὶ τούτου ἐν τῷ περὶ κάλλους ἡμῖν λελέξεται. Ἀλλʼ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον, ὅτι λαμπρὰ μὲν διὰ ταῦτα ἡ ἔννοια· οὐ γὰρ Εὐθυκράτους καὶ Λασθένους καὶ τῶν ἄλλων προδοτῶν προὔκειτο δήπουθεν αὐτῷ κατηγορεῖν, ἀλλὰ συστῆσαι τὸ προειρημένον. λαμπρὰ μὲν οὖν διὰ ταῦτα. σφοδρά γε μὴν δηλονότι διὰ τοῦτο, ὅτι κατὰ προσώπων δοκεῖ λέγεσθαι τῶν προδοτῶν. καίτοι οὐχὶ τοιοῦτον ἁπλῶς εἶναι δεῖ τὸν κατὰ προδότου λόγον, ἀφηγηματικὸν καὶ ἧττον ἔχοντα τὸ σφοδρόν· ὅμως γε μὴν ἔχει τι τῆς σφοδρότητος καὶ οὕτως. — Καὶ αἱ μὲν ἔννοιαι τοιαῦται, καθʼ ἃς καὶ μόνας τάχα ἄν τις ἐνταῦθα φαίη μεμῖχθαι τὴν λαμπρότητα καὶ τὴν ἀκμήν. τὰ δὲ ἑξῆς δῆλα μὲν ὡς πάντως ἐστὶν ἴδια λαμπρότητος καὶ ὡς, εἴπερ λαμπρὰ ἡ ἔννοια, ὥσπερ καὶ ἔστι λαμπρά, καθάπερ καὶ ἐδείκνυμεν, ἐκείνης ἂν εἴη καὶ ταῦτα, μέθοδον λέγω καὶ σχήματα καὶ τἆλλα πάντα· διὰ δὲ τὸ καὶ τὴν ἀκμὴν ἀπὸ τούτων συνίστασθαι ἀνάγκη φάσκειν ἐνταῦθα κοινὰ αὐτῶν γεγενῆσθαι καὶ τὰ τοιαῦτα. — Τοιοῦτον δὲ καὶ τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος»· τοῦ γὰρ ὅτι τὴν εἰρήνην λέλυκε Φίλ-. ιππος τὰ λεγόμενα πάντα συστάσεις εἰσὶ καὶ πίστεις, αἷς πεποιθὼς ὡς γνωρίμοις καὶ φανεραῖς ἐλλαμπρύνεται. ἀλλʼ ὅμως ἐνταῦθα πλέον τὸ ἀκμαῖόν ἐστιν, ὥσπερ ἐκεῖ πλέον ἦν τὸ λαμπρόν· φανερῶς γὰρ ἐνταῦθα λέγει κατὰ προσώπου καὶ οὐχ ὡς ἐκεῖ ἀφηγεῖται καὶ οὐ κατηγορεῖ. ἔτι μέντοι καὶ διὰ τοῦτο πλεονάζειν τῇ ἀκμῇ δοκεῖ, ὅτι σχήματι κέχρηται ἐλεγκτικῷ πρὸς τὸν Αἰσχίνην, λέγω τῇ ἐρωτήσει, ὅπερ ὄν σφοδρότητος ἡ μὲν ἀκμὴ δέχεται, ἡ λαμπρότης δὲ οὔ. καὶ μὴν καὶ τὸ μὴ ἁπλῶς εἰς μῆκος ἀπολελύσθαι τὰ κῶλα, ἀλλʼ εἶναι μὲν τὸ ὅλον ἕν, δοκεῖν δὲ κεκόφθαι ταῖς συμιπλοκαῖς καὶ γεγενῆσθαι κομματικόν, οὔτε λαμπρότητος ὂν οὔτε ἀκμῆς σφοδρότητος δὲ μᾶλλον, τῷ τὴν σφοδρότητα τῆς μὲν λαμπρότητος ἀπηλλάχθαι πάντῃ, τῇ δὲ ἀκμῇ κατά τι κοινωνεῖν ἀκμαιότερον μᾶλλον ἢ λαμιπρότερον πεποίηκε φαίνεσθαι τὸν λόγον. — Εἰ δὲ καὶ περιβεβλημένως, μᾶλλον δὲ μεστῶς προήχθη, τοῦτο πάλιν ἑτέρου λόγου.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
