# Περὶ ἰδεῶν λόγου 7

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ καθαρότητος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/7

Ἡδὲ ἀνάπαυσις δῆλον κἀκ τῶν προειρημένων ὡς οἰκεία τις εἶναι τῇ συνθήκῃ κατὰ ἀνάγκην ὀφείλει, ἱστᾶσα τὸν λόγον ἐν ἰαμβικῷ τινι ἢ τροχαϊκῷ μέρει λόγου καὶ καταλήξει τινὶ ἢ τροχαϊκῇ ἢ ἰαμβικῇ, ὅσαι εἰσὶ καταλήξεις τροχαϊκῶν τε μέτρων καὶ ἰαμβικῶν, ἵνα δὴ καὶ ὁ ῥυθμὸς τοιοῦτος γένηται· μεταξὑ γὰρ ὅπερ ἔφην εἶναι δεῖ τὸν ἐν πεζῷ λόγῳ ῥυθμὸν μέτρου τε τοῦ φύσει καὶ μὴ μέτρου. ἀλλʼ ἀκριβεῖ μὲν ὅπερ ἔφην λόγῳ τοιαύτην εἶναι δεῖ τὴν ἀνάπαυσιν τῆς καθαρότητος. — Εἰδέναι μέντοι χρή, ὅτι πάντα ταῦτα, ἡ συνθήκη ἡ κατὰ τοὺς πόδας — οὐ γὰρ ἥ γε ἑτέρα — καὶ ἔτι ἡ ἀνάπαυσις τό τε ἐξ ἀμφοῖν τούτοιν ἐκτελούμενον ὁ ῥυθμιός, καίπερ οὕτως ὄντα δυσχερῆ καὶ εἰς τοσοῦτον ἀκριβολογηθέντα ἡμῖν, ὅμως βραχέα σφόδρα συλλαμβάνει πρὸς καθαρότητα, συλλαμβάνει γε μήν τι, εἰ καὶ βραχύ. ταὐτὸν δὲ σχεδὸν συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν, λέγω τῶν πλείστων, εἰ καὶ μὴ πασῶν, ὅ καὶ κατʼ ἀρχὰς εὐθύς, ὅπου καὶ τῶν μουσικῶν ἐμνήσθην, διεμαρτυράμην, ὅτι ἔλαττον τῶν ἄλλων, ἃ δὴ ποιεῖ τὰ τῶν λόγων εἴδη, ἰσχύουσιν ἐν αὐτοῖς αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ καὶ νὴ Δία γε καὶ αἱ κατὰ τοὺς πόδας συνθῆκαι. τὴν γὰρ ὅλην δύναμιν τῶν ἰδεῶν αἵ τε ἔννοιαι ἔχουσι καὶ αἱ λέξεις μέθοδοί τε καὶ κῶλα καὶ σχήματα. δύναται μέντοι τι ποιῆσαι καὶ ῥυθμὸς καὶ ἀνάπαυσις καὶ συνθήκη· ἐν δὲ ἐνίαις τῶν ἱδεῶν καὶ ποὺ δύναται ταῦτα, ὥσπερ ἀμέλει ἐν τῷ κάλλει καὶ τῷ κεκαλλωπισμένῳ λόγῳ· δῆλον δὲ ἔσται τοῦτο ἀκριβῶς, ὅτε περὶ κάλλους λέγοιμεν. ἐν μέντοι ποιήσει καὶ πάνυ πολὑ ἰσχύει ταῦτα, συνθήκη καὶ ῥυθμὸς καὶ ἀνάπαυσις, καὶ περὶ τούτου γε οὐδὲν ἡμιᾶς πλέον δεῖ ζητεῖν· δῆλον γὰρ αὐτὸ νομίζω πᾶσιν εἶναι. Περὶ μὲν οὖν καθαρότητος ἀρκεῖ τοσαῦτα.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
