# Περὶ ἰδεῶν λόγου 8-7

Hermogenes, Περὶ ἰδεῶν λόγου, Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/8-7

Ὁ δʼ Αἰσχίνης πολιτικὸς μέν ἐστιν εἴπερ ἕτερός τις, σοφιστικὸς δὲ καὶ γαῦρος καὶ τῷ μεγέθει μετὰ τοῦ κατὰ σχῆμα κάλλους πλεονάζων· οὐ γὰρ μετὰ τοῦ διὰ παντὸς ἐπιμελοῦς, ἐπεὶ τούτου γε αὐτῷ τοῦ κόσμου βραχύ τι μέτεστι. καὶ διʼ ὀλίγου μέν ἐστιν ἐπιμελής, ἀμελέστερος δὲ καὶ ἀτονώτερός πως. τῷ δὲ ἠθικῷ τῷ κατʼ ἐπιείκειαν χρώμενος οὐκ ὀλίγῳ, τοῦ τύπου τοῦ ἀληθοῦς ἡττον μετέχει· διό, καίτοι πολλῇ τῇ σφοδρότητί τε καὶ τραχύτητι χρώμενος, ἔστιν οὗ τόνον οὐδένα ἔχει διὰ τὸ μὴ πεποιθότως μηδὲ ἀληθινῶς προφέρεσθαι τὸν λόγον. ταὐτὸ δὲ αἴτίον καὶ τοῦ μὴ πάνυ γοργὸν μηδὲ εὐκίνητον εἶναι. δεινότης δὲ ἡ κατὰ μεθοδον μέν ἐστιν οὐκ ὀλίγη παρʼ αὐτῷ, ἡ δὲ φαινομένη τε ὁμοῦ καὶ οὖσα ἀναγκαίως ἐκ τῶν προειρημένων.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
