# Περὶ ἰδεῶν λόγου 9-4

Hermogenes, Περὶ ἰδεῶν λόγου, Β, Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/9-4

Περὶ δὲ Ἀντιφῶντος λέγοντας ἀνάγκη προειπεῖν, ὅτι, καθάπερ ἄλλοι τέ φασιν οὐκ ὀλίγοι καὶ Δίδυμος ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται, πλείους μὲν γεγόνασιν Ἀντιφῶντες, δύο δὲ οἴ σοφιστεύσαντες, ὡν καὶ λόγον ἀνάγκη ποιήσασθαι· ὧν εἶς μέν ἐστιν ὁ ῥήτωρ, οὑπερ οἱ φονικοὶ φέρονται λόγοι καὶ οἱ δημηγορικοὶ καὶ ὅσοι τούτοις ὅμοιοι, ἕτερος δὲ ὁ καὶ τερατοσκόπος καὶ ὀνειροκρίτης λεγόμενος γενέσθαι, οὑπερ οἵ τε Περὶ τῆς ἀληθείας εἶναι λέγονται λόγοι καὶ ὁ Περὶ ὁμονοίας καὶ ὁ Πολιτικός. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ διαφόρου τῶν ἐν τοῖς λόγοις τούτοις ἰδεῶν πείθομαι δύο τοὺς Ἀντιφῶντας γενέσθαι — πολὺ γὰρ ὡς ὄντως τὸ παραλλάττον τῶν ἐπιγραφομένων τῆς Ἀληθείας λόγων πρὸς τοὺς λοιπούς —, ἕνεκα δὲ τοῦ καὶ παρὰ Πλάτωνι καὶ παρʼ ἄλλοις ἱστορουμένου πάλιν οὐ πείθομαι· Θουκυδίδην γὰρ Ἀντιφῶντος εἶναι τοῦ Ἐαμνουσίου μαθητὴν ἀκούω πολλῶν λεγόντων, καὶ τὸν μὲν ἴαμνούσιον εἰδὼς ἐκεῖνον, οὗπερ εἰσὶν οἱ φονικοί, τὸν Gουκυδίδην δὲ πολλὴ κεχωρισμένον καὶ κεκοινωνηκότα τῷ εἴδει τῶν τῆς Ἀληθείας λόγων, πάλιν οὐ πείθομαι. οὐ μὴν ἀλλʼ εἴτε εἶς ὁ Ἀντιφῶν ἐγένετο, δύο λόγων εἴδεσι τοσοῦτον ἀλλήλων διεστηκόσι χρησάμενος, εἴτε καὶ δύο, χωρὶς ἑκάτερος ὅ μὲν τοῦτο ὄ δὲ ἐκεῖνο μετελθών, ἀνάγκη χωρὶς περὶ ἑκατέρου διελθεῖν· πλεῖστον γάρ, ὡς ἔφαμεν, τὸ μεταξύ.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
