# Belopoeica 81

Hero of Alexandria, Belopoeica, Section 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hero-of-alexandria/belopoeica/81

81 ἑτέρου μέρους ἐγίγνετο τῆς σύριγγος. ἐκάλουν δὲ τὸ ὅλον ὄργανονν γαστραφέτην, ἐπειδήπερ διὰ τῆς γαστρὸς ἡ καταγωγὴ τῆς τοξίτιδος ἐγίγνετο. Διὰ δὲ τοῦ προειρημένου ὀργάνου συνέβαινε μεῖζον βέλος ἐξαποστέλλεσθαι καὶ ἐπὶ πλείονα τόπον. βουλόμενοι δὲ ἐπαυξῆσαι ἀμφότερα, τό τε βέλος καὶ τὴν ἐξαποστολήν, ζητοῦντεςτοὺς τοῦ τόξου ἀγκῶνας αὑτῶν εὐτονωτέρους ποιῆσαι, μὴ δυνάμενοι δὲ διὰ τῶν κεράτων τυχεῖν τοῦ προκειμένου, τὰ μὲν ἄλλλα ἐποίουν ὁμοίως τοῖς προειρημένοις, τοὺς δὲ ἀγκῶνας ποιήσαντες ἐξ εὐτόνου ξύλου καὶ μείζονας τῶν ἐν τῷ τόξῳ κατασκευάσαντες, τοιοῦτον πλινθίον ἔπηξαν ἐκ κανόνων ∠ ἰσχυρῶν, οἷον τὸ ΑΒΓ∠ τόρμους ἔχον ἐκ τῶν ὀρθίων κανόνων τῶν ΑΒ, Γ∠· περὶ δὲ τοὺς πλαγίους τοὺς Α∠, ΒΓ περιέβαλλον νευρὰν πλέξαντες ἐξ ὀργάνου σχοινίων συμβολίου, μήρυμα αὔταρκες ποιήσαντες, καὶ περιθέντες συνέτεινον |

---

Hero of Alexandria, Belopoeica, ed. E. W. Marsden. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0559.tlg012.local001/.
