# De automatis 9

Hero of Alexandria, De automatis, ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΕΡΙ ΑΥΤΟΜΑΤΟΠΟΙΗΤΙΚΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hero-of-alexandria/de-automatis/9

IX Ἡ δὲ ἐν τῷ ὀρθογωνίῳ παραλληλογράμμῳ πορεία τοῦ πλινθίου ἔσται τόνδε τὸν τρόπον. Ἔστω γὰρ πλινθίον τὸ ΑΒΓ∠, ἐν ᾧ ἄξων ἔστω ὁ ΕΖ συμφυεῖς ἔχων τροχοὺς τοὺς ΗΘ, ΚΛ, ὁ δὲ τρίτος τροχὸς ἔστω ὁ ΜΝ, διʼ ὧν | ἥ τε πορεία καὶ ἡ ἀποπορεία γίνεται, ὡς προγέγραπται. ἔστω δὲ καὶ ἕτερος ἄξων ὁ ΞΟ συμφυεῖς ἔχων τροχοὺς τοὺς ΠΡ, ΣΤ καὶ ὁμοίως τὸν ΥΦ. ἐπάνω δὲ ἔστω ὁ ΞΟ ἄξων τοῦ ΕΖ ἄξονος ἀπέχων ἀπὸ τοῦ ΚΖ ἄξονος ἱκανόν. δυνάσθωσαν δὲ οἱ ΠΡ, ΣΤ τροχοὶ σὺν τῷ ΞΟ ἄξονι μετεωρίζεσθαι καὶ ταπεινοῦσθαι, ὡς ἑξῆς ἐροῦμεν· ὁμοίως δὲ καὶ ὁ ΥΦ τροχός. ἐὰν οὖν καταβιβάσωμεν τοὺς ΠΡ, ΣΤ, ΥΦ τροχούς, ὥστε ἐπικαθίσαι τῷ ἐδάψει, μετεωρισθήσονται οἱ ΗΘ, ΚΛ, ΜΝ τροχοὶ ἀπὸ τοῦ ἐδάφους, καὶ ποιήσεται τὴν πορείαν τὸ πλινθίον διὰ τῶν ΠΡ, ΣΤ, ΥΦ· καὶ ἀνασπασθέντος τοῦ ΞΟ ἄξονος, ὥστε πάλιν τοὺς ΗΘ, ΚΛ, ΜΝ ἐπικαθῖσαι τῷ ἐδάφει, δι᾿ αὐτῶν τὴν ἑτέραν τοῦ παραλληλογράμμου πλευρὰν πορευθήσεται τὸ πλινθίον. εἶτα πάλιν στάντος αὐτοῦ καταβιβασθήσονται οἱ ΠΡ, ΣΤ, ΥΦ, καὶ πάλιν δι᾿ αὐτῶν τὴν ἑτέραν τοῦ παραλληλογράμμου πλευρὰν ἐνεχθήσεται τὸ πλινθίον. καὶ τούτου ἐναλλὰξ γινομένου, ὁσάκις ἐὰν προαιρώμεθα ἐλεύσεται ἐπὶ τὸ παραλληλόγραμμον τὸ πλινθίον. πορείας δὲ μονὰς ποιήσεται, ὡς ἂν προαιρώμεθα, διά τε τῶν τῆς σπάρτου ἐπειλήσεων καὶ τῶν χαλασμάτων. Ἵνα οὖν μὴ τὸ βάρος τῆς λείας σφοδρότερον καταφερόμενον ἐν τῇ σύριγγι ταχεῖαν ποιῆται τὴν τοῦ πλινθίου κίνησιν, ἐμβαλοῦμεν ἐν τῇ σύριγγι κοῦφόν τι καὶ λεπτὸν καὶ γλίσχρον, οἷον κέγχρον ἢ νᾶπυ, εἰς ὅ ἐπικείσεται ἡ λεία. τρυπήσομεν δὲ τὸν πυθμένα τῆς σύριγγος συμμέτρῳ τρυπήματι, ὃ κλειθρίῳ ἀνοιχθήσεταί τε καὶ κλεισθήσεται ἐκδεθὲν σπάρτῳ, ἧς τὸ ἄκρον ἐκτὸς διὰ τρυπήματος φανερὸν ἡμῖν ἔσται, ὅπως ὅταν βουλώμεθα κινεῖσθαι τὸ πλινθίον, ἐπιλαμβανόμενοι τῆς σπάρτου λεληθότως ἀνοίξωμεν τὸ κλειθρίον. καὶ οὕτως τῆς κέγχρου ῥεούσης ἡρέμα εἰς τὴν ὑποκειμένην βάσιν, κινεῖ τὸ πλινθίον. ἵνα δὲ μὴ ἅμα τῷ ἀνοιχθῆναι τὸ κλειθρίον ὁρμὴν τὸ πλινθίον λάβῃ, ἕξει μικρὸν χαλασμάτιον ἡ σπάρτος, ὅπως ὀλίγης κέγχρου ἐκρυείσης τότε ταθεῖσα κινήσει τὸ πλινθίον.

---

Hero of Alexandria, De automatis, ed. Wilhelm Schmidt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0559.tlg002.local001/.
