Ancient Greek
Chapter 33
Hero of Alexandria, De mensuris 33.1
Not analysed yet
Ἔστω τμῆμα καὶ ἐχέτω τὴν μὲν βάσιν ποδῶν μ, τὴν δὲ κάθετον ποδῶν ῑ· εὑρεῖν αὐτοῦ τὴν περίμετρον. ποίει οὕτως· πάντοτε συντίθει τὴν διάμετρον καὶ τὴν κάθετον· γίνονται πόδες ν· ὕφελε καθολικῶς τούτων τὸ δ΄· γίνονται ῑβ U+2220΄· λοιπὸν λζ U+2220΄· τούτοις προστίθει καθολικῶς τὸ δ΄· γίνονται θ δ΄ η΄· σύνθες ὁμοῦ· γίνονται πόδες μϛ U+2220΄ δ΄ η΄. τοσούτων ἔσται ἡ περίμετρος τοῦ τμήματος. ὑφείλαμεν δὲ δ΄ καὶ προσεθήκαμεν δ΄, ἐπειδὴ δ΄ μέρος ἐστὶν ἡ κάθετος τῆς βάσεως.