Ancient Greek
Chapter 38
Hero of Alexandria, De mensuris 38.1
Not analysed yet
Ἔστω τέταρτον μόριον κόγχης, οὗ ἡ διάμετρος ποδῶν ῑ U+2220΄ δ΄, ἡ δὲ κάθετος ποδῶν ϛ δ΄, τὸ δὲ πάχος ποδὸς ᾱ δ΄, τὸ δὲ κέντρον ποδῶν ε U+2220΄ δ΄. ποίει οὕτως· τὴν διάμετρον καὶ τὸ πάχος σύνθες· γίνονται πόδες ῑβ· ταῦτα ἑνδεκάκις· γίνονται πόδες ρλβ· πάλιν ταῦτα ἑνδεκάκις· γίνονται πόδες αυνβ· τούτων τὸ ιδ· γίνονται πόδες ργ ??ζ΄ κα΄. ταῦτα ἐπὶ τὸ πάχος ᾱ δ΄· γίνονται πόδες ρκθ γ΄ δ΄ ζ΄ κα΄ κη΄ πδ΄, ὅ ἔστι τὸ στερεὸν τοῦ βησαλικοῦ. ἄρτι πρόσθες τὸ ὑπερβάλλον τῆς καθέτου· ποίει οὕτως· τὰ ῑβ τῆς διαμέτρου σὺν τῷ πάχει γίνονται ῑγ δ΄· ὧν τὸ ζ΄· γίνεται ᾱ ??΄ζ΄ κα΄ κη΄· ὁμοῦ γίνονται πόδες ῑδ (??)΄δ΄ ζ΄ κα΄ κη΄. ταῦτα ἐπὶ τὸν ᾱ δ΄· γίνονται πόδες ῑη ϛ΄ ιδ΄ κη΄· ταῦτα ἐπὶ τὸ περισσὸν τῆς καθέτου τῶν ῑδ· ταῦτα πρόσθες τοῖς ρκγ (??)΄καὶ τῶν ἄλλων λεπτῶν. ὕφελε τὸ ἐλλεῖπον τοῦ κέντρου τοὺς ϛ δακτύλους ποιῶν οὕτως· τὴν διάμετρον ἑνδεκάκις· ὧν τὸ ζ΄· γίνονται ῑη· ἐξ ὧν τὰ γ δ΄· λοιπὸν ῑζ δ΄· ταῦτα ἐπὶ τὸ πλάτος· πρόσθες καὶ τὰ δύο πάχη· γίνονται πόδες κδ ιϛ΄· ταῦτα ἐπὶ τοὺς ϛ δακτύλους· γίνονται πόδες θ· ὕφελε ἐκ τῶν ρμθ· λοιπὸν πόδες ρμ.