# De mensuris 38.1

Hero of Alexandria, De mensuris, Chapter 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hero-of-alexandria/de-mensuris/38.1

Ἔστω τέταρτον μόριον κόγχης, οὗ ἡ διάμετρος ποδῶν ῑ U+2220΄ δ΄, ἡ δὲ κάθετος ποδῶν ϛ δ΄, τὸ δὲ πάχος ποδὸς ᾱ δ΄, τὸ δὲ κέντρον ποδῶν ε U+2220΄ δ΄. ποίει οὕτως· τὴν διάμετρον καὶ τὸ πάχος σύνθες· γίνονται πόδες ῑβ· ταῦτα ἑνδεκάκις· γίνονται πόδες ρλβ· πάλιν ταῦτα ἑνδεκάκις· γίνονται πόδες αυνβ· τούτων τὸ ιδ· γίνονται πόδες ργ ?? ζ΄ κα΄. ταῦτα ἐπὶ τὸ πάχος ᾱ δ΄· γίνονται πόδες ρκθ γ΄ δ΄ ζ΄ κα΄ κη΄ πδ΄, ὅ ἔστι τὸ στερεὸν τοῦ βησαλικοῦ. ἄρτι πρόσθες τὸ ὑπερβάλλον τῆς καθέτου· ποίει οὕτως· τὰ ῑβ τῆς διαμέτρου σὺν τῷ πάχει γίνονται ῑγ δ΄· ὧν τὸ ζ΄· γίνεται ᾱ ??΄ ζ΄ κα΄ κη΄· ὁμοῦ γίνονται πόδες ῑδ (??)΄ δ΄ ζ΄ κα΄ κη΄. ταῦτα ἐπὶ τὸν ᾱ δ΄· γίνονται πόδες ῑη ϛ΄ ιδ΄ κη΄· ταῦτα ἐπὶ τὸ περισσὸν τῆς καθέτου τῶν ῑδ· ταῦτα πρόσθες τοῖς ρκγ (??)΄ καὶ τῶν ἄλλων λεπτῶν. ὕφελε τὸ ἐλλεῖπον τοῦ κέντρου τοὺς ϛ δακτύλους ποιῶν οὕτως· τὴν διάμετρον ἑνδεκάκις· ὧν τὸ ζ΄· γίνονται ῑη· ἐξ ὧν τὰ γ δ΄· λοιπὸν ῑζ δ΄· ταῦτα ἐπὶ τὸ πλάτος· πρόσθες καὶ τὰ δύο πάχη· γίνονται πόδες κδ ιϛ΄· ταῦτα ἐπὶ τοὺς ϛ δακτύλους· γίνονται πόδες θ· ὕφελε ἐκ τῶν ρμθ· λοιπὸν πόδες ρμ.

---

Hero of Alexandria, De mensuris, ed. Johan Ludvig Heiberg. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0559.tlg011.local001/.
