Ancient Greek
Chapter 42
Hero of Alexandria, De mensuris 42.1
Not analysed yet
Αἱ πλευραὶ τῆς κορυφῆς ἀνὰ ποδῶν δ, τὰ δὲ κλίματα ἀνὰ ποδῶν ῑε, αἱ δὲ τῆς βάσεως πλευραὶ ἀνὰ ποδῶν κη· εὑρεῖν τὸ στερεόν. ἄφελε κορυφὴν ἀπὸ βάσεως· λοιπὸν κδ· ὧν τὸ U+2220΄· ἐφʼ ἑαυτά· καὶ τὸ κλίμα· ὕφελε τὰ ρμδ· λοιπὸν πᾱ· τοσούτου ἡ κάθετος τοῦ τετραπεδικοῦ. καὶ πάλιν ἄφελε κορυφήν· ὧν τὸ U+2220΄· ἐφʼ ἑαυτά· γίνονται ρμδ· ἐξ ὧν πᾱ τοῦ τετραπεδικοῦ· λοιπὸν ξγ· τούτου πλευρὰ τετραγωνική· τοσούτου ἡ κάθετος. τὸ δὲ στερεόν· σύνθες κορυφὴν καὶ βάσιν· ὧν τὸ U+2220΄ ῑϛ· ἐφʼ ἑαυτά· λαβὲ κορυφὴν ἀπὸ βάσεως· ὧν τὸ U+2220΄· ἐφʼ ἑαυτά· τούτων τὸ γ΄· γίνονται μη· πρόσθες τοῖς σνϛ· γίνονται τδ· ταῦτα ἐπὶ τὴν κάθετον· γίνονται πόδες ,βρκη. τοσούτου τὸ στερεόν.