# De mensuris 60.12-23

Hero of Alexandria, De mensuris, 60.12 to 60.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hero-of-alexandria/de-mensuris/60.12

Ὁ δὲ χαλκὸς ἀργύριόν ἐστι τετυπωμένον, ὅθεν παρὰ Ἀλεξανδρεῦσι τὰ ἀργύρια χαλκινὰ καλεῖται. Ἔστι δὲ η΄ τῆς Γο ἡ δραχμή. Μνᾶ ἀντὶ τοῦ μανή· τῇ γὰρ Ἑβραίδι μανὴ ὁ ἄργυρος καλεῖται. ἡ μὲν Ἰταλικὴ μ στατήρων ἐστί, τουτέστιν Γο κ, Α ᾱ καὶ διμοίρου, ἡ δὲ Θηβαικὴ στατήρων ξ, τουτέστι λιτρῶν β U+2220΄. Πολλοὶ δὲ τύποι ἀργυρίων τὸ πάλαι, οὓς νουμμοὶ ἐκάλουν ἀπὸ Νούμμα, ἐξ οὗ καὶ τὸ νόμισμα. Μιλιαρίσιον δὲ τὸ ἀργυροῦν, ὅ ἐστι ᾱ στρατιωτικὸν δόμα· μιλιτία γὰρ ἡ στρατεία. Ὁ φόλλις ρκε ἀργύρια πληροῖ· καλεῖται δὲ παρὰ Ῥωμαίοις θύλακος. Μαρὴς μέτρον ἐστὶ Ποντικὸν β ὑδριῶν, ἡ δὲ ὑδρία παῤ αὐτοῖς ῑ ξεστῶν ἐστιν, ὡς εἶναι τὸν κύπρον κ ξεστῶν Ἀλεξανδρινῶν. Ὁ κύπρος μέτρον ἐστὶ μοδίων β, λέγεται δὲ εἶναι παρὰ τοῖς Ποντικοῖς χοινίκων ε· ἡ δὲ χοῖνίξ ἐστι ξεστῶν β, ὡς εἶναι τὸν κύπρον κ· ὁ γὰρ μέγας παῤ αὐτοῖς μόδιος ξεστῶν ἐστι κδ. Λίτρα παρὰ Ῥωμαίοις ἑρμηνεύεται λίβρα, ἥτις ἐτυμολογεῖται παῤ αὐτοῖς ἰσότης ἤτουν ἰσοκανονία· ἔχει δὲ ὀγκίας ῑβ. παρήχθη δὲ τὸ τῆς Γο ὄνομα ἐξ Ἑλληνίδος ἀπὸ τοῦ ὄγκου. Ἡ δὲ λίτρα ἐστὶ σπη γραμμάτων, ἕκαστον δὲ γράμμα κερατίων ἐστὶν ϛ· ταῦτα δέ ἐστιν ὀστᾶ ἀπὸ κερατείας καρπῶν, ὁ δὲ ὀστῶν οὗτος, ἂν ᾖ τέλειος, ὁλκὴν ποιεῖ κριθῶν εὐκάρπων β, ὡς εἶναι τὴν μὲν λίτραν κριθῆς κόκκων γυνϛ, κερατίων αψκη, γραμμάτων σπη, οὐγκιῶν ῑβ· ἡ δὲ οὐγκία ἐστὶ γραμμάτων κδ. Ἄλλως δὲ πάλιν μερίζεται ἡ οὐγκία παρὰ Ἑβραίοις εἰς στατῆρας β, ὁ δὲ στατὴρ ἔχει σίκλους β, τὸ δὲ σίκλον ἔχει λεπτὰ δύο, τὸ δὲ λεπτὸν ὁλκὴ ᾱ ἐστί, η΄ τῆς Γο. Παρά τισι δὲ καὶ ὀβολὸς νόμισμα ἀπὸ τοῦ παρὰ τῶν βασιλέων ἐν τούτῳ νομίσαι τὸν κόσμον διοικεῖσθαι. ἀργύριον καλοῦμεν διὰ τὸ ἐξ ἀργύρου τετύφθαι. μέγα δέ ἐστιν, ὃς ἐκλήθη ἀργυροῦς, δηναρίων ρ, ἕκαστον δὲ δηνάριον ἀσσαρίων ἐστὶν ξ.

---

Hero of Alexandria, De mensuris, ed. Johan Ludvig Heiberg. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0559.tlg011.local001/.
