# De mensuris 61.1-12

Hero of Alexandria, De mensuris, 61.1 to 61.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hero-of-alexandria/de-mensuris/61.1

Κόρος μόδιοι λ· παῤ Ἑβραίοις δὲ χὸρ λέγεται. Λεθὲκ μόδιοι ῑε. Γόμορ ὁμοίως μόδιοι ῑε. Βάτον μέτρον ξεστῶν ν. Μνὰς δέκα μόδιοι σίτου ἢ κριθῆς· εἴληπται ἐκ τοῦ μεδιοὺμ Ῥωμαίου, ὅ ἐστι μέσον. Μέδιμνος. Σαλαμινοὶ μοδίων ε, Σικελοὶ δὲ δ U+2220΄. Σάτον μόδιον κουμουλάτον, παῤ Ἑβραίοις θηλυκῶς, παῤ Ἕλλησιν δὲ οὐδετέρως. ἔστι δὲ μόδιος κουμουλάτος παῤ Ἑβραίοις, καὶ διὰ τοῦ κουμουλάτου τὸ δ΄ τοῦ μοδίου τὸ ὑπέρχυμα εἴρηται σαὼ ἤγουν λῆψις ἄρσις. μόδιον παῤ Ἑβραίοις ξεστῶν κβ. Κάβος πῆ μὲν τὸ δ΄ τοῦ μοδίου, πῆ δὲ τὸ ε΄, πῆ δὲ τὸ ϛ΄. καβὰ δέ ἐστιν Ἑβραιστὶ τὸ ἔτεμεν, καὶ διὰ τὸ τέμνεσθαι εἰς μικρὰ τὸ μόδιον οὕτως ὠνομάσθη· παρὰ δὲ Ἕλλησιν ἐλέχθη κάβος διὰ τὴν τρανότητα. Χοῖνιξ καὶ ὑφεὶ ἓν μέν ἐστι μέτρον, διττὸν δὲ ὄνομα κέκληται, ἐν μὲν τῇ Ἑβραίδι ἀρσενικῶς, ἐν δὲ τῇ Ἑλληνίδι θηλυκῶς. ἔστι δὲ η΄ τοῦ παρὰ Κυπρίοις μοδίου, ὅς ἐστι μόδιος παῤ αὐτοῖς ξεστῶν ῑζ καὶ ποτηρίου. τὸ δὲ ὑφεὶ ἐξ αὐτῆς τῆς Ἑβραίδος λέγεται ὀφέν, ὅ ἐστι τῶν β δρακῶν τῆς χειρὸς τὸ μέτρον. Δρὰξ τὸ χειρόπληθες τῆς μιᾶς χειρός. Ἀρτάβη παῤ Ἑβραίοις ξεστῶν οβ, ὁμοίως δὲ καὶ ὁ μετρητὴς οβ ἐστὶ ξεστῶν κατὰ τὸ μέτρον τὸ ἅγιον ὅ τε ὑγρὸς μετρητὴς καὶ ἡ ἀρτάβη τοῦ γενήματος. ἀρτάβη δὲ ἐκλήθη ἀπὸ τοῦ παῤ Αἰγυπτίοις ὀρτόβ, ὅ ἐστι καλῶς συνηγμένον. Μέτρα γ τὸ μικρὸν γόμορ, ὅ ἐστι ξεστῶν ϛ, ὥστε εἶναι τὸ ι΄ τῆς ἀρτάβης.

---

Hero of Alexandria, De mensuris, ed. Johan Ludvig Heiberg. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0559.tlg011.local001/.
