Ancient Greek
7.1 to 7.2
Hero of Alexandria, Geodaesia [Sp.] 7.1-2
Not analysed yet
Τούτων οὕτως ἐχόντων τὴν μέτρησιν τῶν θεωρημάτων ποιησόμεθα οὕτως. ἔστω τετράγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον, οὗ ἑκάστη πλευρὰ οὐργυιῶν ῑ· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποίει οὕτως· τὰς ῑ ἐπὶ τὰς ῑ· γίνονται ρ· τοσούτων οὐργυιῶν ἐστι τὸ ἐμβαδόν. τούτου τὸ ε΄ . γίνονται κ· καὶ ἔστι λιτρῶν κ ἤγουν μοδίου τὸ U+2220΄. Τετράγωνον ἰσόπλευρόν τε καὶ ὀρθογώνιον, οὗ τὸ ἐμβαδὸν οὐργυιῶν ρ· εὐρεῖν αὐτοῦ, πόσων οὐργυιῶν ἐστιν ἑκάστη πλευρά. ποίει οὕτως· λάμβανε τῶν ρ πλευρὰν τετράγωνον· καὶ ἔστι ῑ· τοσούτων οὐργυιῶν ἐστιν ἑκάστη τῶν πλευρῶν.