Ancient Greek
Chapter 7
Hero of Alexandria, Geodaesia [Sp.] 7.8
Not analysed yet
Ἕτερον τετράγωνον ἰσόπλευρον καὶ ὀρθογώνιον, οὗ ἐκάστη τῶν πλευρῶν σχοινίων ιβ καὶ οὐργυιῶν ϛ· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποίησον οὕτως· ἀνάλυσον καὶ τὰ σχοινία εἰς οὐργυιάς, καὶ γίνονται διά τε σχοινίων καὶ οὐργυιῶν ρκϛ· αἵτινες ἐφʼ ἑαυτὰς πολλαπλασιαζόμεναι γίνονται α ,εωος· ἔστι τοίνυν τὸ ἐμβαδὸν οὐργυιῶν τοσούτων. ὧν μέρος σ΄ γίνεται οθ δ΄ η΄ σ΄· καὶ ἔστι γῆς μοδίων οθ καὶ λιτρῶν ιε ε΄· αἱ γὰρ (??),εω οὐργυιαὶ ὑπεξαιρούμεναι ἐπὶ τὰ σ ποιοῦσι γῆν μοδίων οθ, αἱ δὲ λοιπαὶ ος ὑπεξαιρούμεναι ἐπὶ τὰ ε ποιοῦσι λίτρας ιε καὶ οὐργυιὰν α.