Ancient Greek · ~4 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 15
Hero of Alexandria, Stereometrica 15.1
Not analysed yet
Κῶνος κόλουρος ὁ καὶ ἀτέλεστος, οὗ ἡ μὲν μείζων διάμετρος ποδῶν ῑ, ἡ δὲ ἥττων ποδῶν δ, τὸ δὲ μῆκος ποδῶν λ. εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὔτως· σύνθες τὰς δύο διαμέτρους τὰ ῑ καὶ δ· γίνονται ιδ· ὧν τὸ U+2220΄· γίνονται ζ, ὅ ἐστιν ἡ διάμετρος, ὡς εἶναι τὸ ἐμβαδὸν ἀκολούθως τοῖς προγεγρμμένοις κύκλοις ποδῶν λη U+2220΄. ταῦτα ἐπὶ τὰ λ τοῦ μήκους· γίνονται ,αρνε. τοσούτων ἔσται ποδῶν τὸ τερεὸν τοῦ κώνου. Ἔστω κῶνος κόλουρος, οὗ ἡ διάμετρος ἡ μείζων ποδῶν ῑ, ἡ δὲ ἥττων ποδῶν δ, καὶ τὸ μῆκος ποδῶν λ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· σύνθες τὰς β διαμέτρους τὰ ῑ καὶ τὰ δ· γίνονται ιδ· ὧν U+2220΄ γίνεται ζ, ὅ ἐστι διάμετρος. τοσούτου τὸ ἐμιβαδὸν γίνεται, ποδῶν ληU+2220΄. ταῦτα ποιῶ ἐπὶ τοὺς λ τοῦ μήκους· γίνονται πόδες ,αρνε. τοσούτων ποδῶν ἐστι τὸ στερεὸν τοῦ κώνου, ποδῶν ,αρνε.