Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 18
Hero of Alexandria, Stereometrica 18.1b
Not analysed yet
Ἔστω κῶνος ὁ λεγόμενος ὀβελίσκος καὶ ἐχέτω τὴν βάσιν κύκλον, οὗ ἡ διάμετρος ποδῶν μβ. τοῦ δὲ κώνου αἰ πλευραὶ αἱ ἐγκεκλιμέναι ἔστωσαν ἀπὸ ποδῶν οε· τούτου τὴν κάθετον εὑρήσομεν οὕτως· λαμβάνω τοὺς οε πόδας τῆς πλευρᾶς ἐφʼ ἑαυτούς· γίνονται ,εχκε καὶ τῆς βω σεως τὸ U+2220΄· γίνονται κα. ταῦτα ποίει ἐφʼ ἑαυτά· γίνονται υμα, ἅτινα ἄφελε ἀπὸ τῶν ,εχκε· λοιπὸν μένει ,ερπδ· ὧν πλευρὰ τετραγωνικὴ τραγωνικὴ γίνεται ποδῶν οβ. τοσούτου ἔσται ἡ κάθετος τοῦ κώνου, ποδῶν οβ.