Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 21
Hero of Alexandria, Stereometrica 21.1
Not analysed yet
Κίων, οὗ τὸ μῆκος ποδῶν κα· λαμβάνω τούτου τὸ ζʹ καὶ τὸ ηʹ, ἐπειδὴ ἡ ἔδρα τοῦ κίονος κατὰ διάμετρόν ἐστιν τὸ ζʹ καὶ ἡ ἔφεδρος τὸ η΄. μίξας τὰς δύο διαμέτρους κράτει τὸ U+2220΄· γίνονται β U+2220ʹ δ΄ ιϛ΄. ἀπὸ τούτων ποίει κύκλου τὸ ἐμβαδόν· γίνονται πόδες ζ ιεʹ (??)γ΄. ταῦτα ἐπὶ τὸ μῆκος· γίνονται πόδες ρμζ U+2220΄. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τοῦ κίονος.