Ancient Greek · ~3 min
ΙΙ., Section 24
Hero of Alexandria, Stereometrica 24.1-2
Not analysed yet
Ἄλλου πίθου ἡ κάτω διάμετρος ποδῶν β U+2220΄, ἡ δὲ ἄνω ποδῶν γ, τὸ δὲ βάθος ἔχει πόδας ϛ· εὑρεῖν, πόσους ἀμφορέας χωρεῖ. ποιῶ οὕτως· σύνθες τὰς β διαμέτρους· γίνονται πόδες ε U+2220΄· ὧν U+2220΄ γίνονται β U+2220΄ δ΄. ταῦτα ἐφʼ ἑαυτά· γίνονται πόδες ζ U+2220΄ ιϛ΄. ταῦτα ἐπὶ τὸ βάθος, ἐπὶ τοὺς ϛ πόδας· γίνονται με δʹ η΄. ταῦτα ἑνδεκάκις· γίνονται πόδες υU+A7FCθ η΄. ἄρτι μερίζω· ὧν ιδ΄ γίνονται πόδες λε U+2220ʹ ζʹ ριβʹ τοσούτους ἀμφορίσκους χωρήσει· ὁ δὲ ἀμφορίσκος ἔχει πόδα α στερεόν, χωρεῖ δὲ ὁ στερεὸς ποὺς ξέστας Ἰταλικοὺς ἀριθμῷ μη· γίνονται μόδιοι γ, ἕκαστος μόδιος ἐκ ξεστῶν Ἰταλικῶν ἀριθμῷ ιϛ.