Ancient Greek · ~2 min
ΙΙ., Chapter 28
Hero of Alexandria, Stereometrica 28.3
Not analysed yet
ἐπὶ τὰ ε· γίνονται ασξ. αὐτὴν πάλιν μετρῆσαι τὴν ψαλίδα κατʼ ἰδίαν· μετρήσωμεν δὲ αὐτὴν οὕτως· σύνθες τὴν κάθετον τὰ ιδ καὶ ἔτι τὴν βάσιν τῆς καμάρας τὰ ιϛ εἰς τὸ αὐτό· γίνονται λ. τούτων τὸ U+2220΄ ιε· ταῦτα πολυπλασίασον ἐπὶ τὴν κάθετον τῆς καμάρας, ἐπὶ τὰ ιδ· γίνονται σι. ταῦτα δίς· γίνονται υκ. ταῦτα ἀφαιροῦμεν ἀπὸ τοῦ ὅλου τετραγώνου, ἀπὸ τῶν ,ασξ· λοιπὸν ωμ. τοσούτων ποδῶν ἔσται τὸ λοιπὸν τετράγωνον ἄνευ τῆς καμάρας.