Ancient Greek · ~2 min
ΙΙ., Chapter 30
Hero of Alexandria, Stereometrica 30.2
Not analysed yet
τὸ δὲ περικείμενον οἰκοδόμημα τῆς καμάρας μετρήσωμεν οὕτως· σύνθες τὴν ἐλάσσονα περιφέρειαν καὶ τὴν μείζονα, τὰ τε ι καὶ τὰ ιη· γίνονται κη. τούτων ληψόμεθα τὸ U+2220ʹ· γίνονται ιδ. ταῦτα πολυπλασίαζε ἐπὶ τὸ βάθος, ἐπὶ τοὺς ι πόδας· γίνονται ρμ. ταῦτα πολυπλασίασον ἐπὶ τὰ κη· γίνονται ,γϠκ. καὶ τοσούτων ποδῶν ἔσται ἡ οἰκοδομὴ τῆς καμάρας, τουτέστιν ἡ περικειμένη τῷ κενώματι οἰκοδομὴ μετὰ τοῦ ἐπʼ αὐτῆς.