Ancient Greek
ΙΙ., Chapter 33
Hero of Alexandria, Stereometrica 33.1-2
Not analysed yet
Ἐὰν δὲ ἡ καμάρα ὁπτοπλίνθινος ᾖ, τὰ δὲ ἄλλα πάχη διὰ σπαρακτοῦ, καὶ θέλωμεν διαχωρίσαι, τοῦτο ποιοῦμεν οὕτως· σύνθες τοὺς ῑ πόδας τοῦ κενώματος καὶ τοὺς ἑκατέρωθεν πρωτοσφῆνας τοὺς ἀνὰ β· ὁμοῦ γίνονται πόδες ιδ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ρU+A7FCϛ. ταῦτα ἑνδεκάκις· γίνονται βρνϛ· ὧν κηʹ, ἐπειδή ἐστιν U+2220ʹ κύκλου, γίνονται οζ. ἀπὸ τούτων ὕφελε τοὺς τοῦ κενώματος τοὺς λθ δʹ κη΄· λοιπὸν γίνονται πόδες λζ U+2220ʹ ζʹ ιδʹ. τούτους ποίει ἐπὶ τὸ βάθος τῆς καμάρας, ἐπὶ τοὺς ιβ πόδας· γίνονται πόδες υνβ U+2220ʹ ιδʹ. τοσούτων ποδῶν εἰσιν οἱ ὀπτόπλινθοι. τούτους ὕφελε ἀπὸ τοῦ παντὸς στερεοῦ τῶν στκη U+2220ʹ ιδʹ· λοιπὸν γίνονται σπαρακτοῦ πόδες ωοϛ.