Ancient Greek · ~1 min
ΙΙ., Chapter 35
Hero of Alexandria, Stereometrica 35.1
Not analysed yet
Ἐὰν δὲ κόγχη συνεψηφολογημένη, μετρήσεις οὕτως· ἔστω ἡ διάμετρος ποδῶν ιη. ἐπεὶ ἡ κόγχη δ΄ μέρος ἐστὶ τῆς σφαίρας, ἡ δὲ τῆς σφαίρας ἐπιφάνεια τετραπλασία ἐστὶ τοῦ μεγίστου τῶν ἐν τῇ σφαίρᾳ κύκλου τοῦ ἐπιπέδου ποδῶν ιη, ταῦτα ἐφʼ ἑαυτά· γίνονται τκδ. ταῦτα ἑνδεκάκις· γίνονται ,γφξδ· ὧν ιδ΄ γίνονται σνδ δζ. τοσούτων ἔσται ποδῶν τὸ ἐν αὐτῇ ψηφολόγημα.