Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 36
Hero of Alexandria, Stereometrica 36.1
Not analysed yet
Ἄλλως. ἔστω πυραμὶς ἐπὶ ἰσοπλεύρου τριγώνου, ἧς τὰ κλίματα ἀνὰ ποδῶν ιγ, αἱ δὲ τῆς βάσεως ἀνὰ ποδῶν ιβ· δεῖ δὲ αὐτῆς τὴν κάθετον καὶ τὸ στερεὸν εὑρεῖν. ποιῶ οὕτως· τὰ ιβ ἐφʼ ἑαυτά· γίνονται ρμδ. τούτων τὸ γ΄· γίνονται μη. τὰ ἀπὸ τοῦ κλίματος ιγ ἐφʼ ἑαυτὰ ρξθ. ἀπὸ τούτων ὕφειλε τὰ μη· λοιπὰ ρκα· τούτων πλευρὰ τετραγωνικὴ γίνεται ια. τοσούτου γίνεται ἡ κάθετος.