Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 39
Hero of Alexandria, Stereometrica 39.1a
Not analysed yet
Πάλιν ἔστω πυραμὶς ἔχουσα τὴν βάσιν τετράγωνον, ἧς ἑκάστη πλευρὰ ἀνὰ ποδῶν ῑ, τὰ δὲ κλίματα ἀνὰ ποδῶν ιγ U+2220΄ εὑρεῖν αὐτῆς τὴν κάθετον καὶ τὸ στερεόν. ποίει οὕτως· λαβὲ τοῦ τετραγώνου πλευρὰν γενομένην ἐφʼ ἑαυτήν· γίνονται ρ· ὧν τὸ U+2220΄· γίνονται ν. καὶ τὰ ιγ U+2220΄ τῆς πλευρᾶς ἐφʼ ἑαυτά, λέγω δὴ τοῦ κλίματος· γίνονται ρπβ δ΄ ἐξ ὧν ὕφειλε τὰ ν· λοιπὰ ρλβ δ΄· ὧν πλευρὰ τετράγωνος γίνεται ια U+2220΄. τοσούτων ἔσται ποδῶν ἡ κάθετος.