Ancient Greek · ~2 min
ΙΙ., Chapter 43
Hero of Alexandria, Stereometrica 43.1
Not analysed yet
Ἔστω οἶκος ἔχων τὸ μῆκος ποδῶν κ καὶ τὸ πλάτος ποδῶν ιγ U+2220´· δεῖ δὲ γνῶναι, πόσαι εἰς τοῦτον τὸν οἶκον κεραμίδες ἀναβαίνουσιν· ἔστω δὲ ἡ κεραμὶς ποδῶν β, τὸ δὲ πλάτος ποδῶν α U+2220´. ποίει οὕτως· ἐπειδὴ ἡ κεραμὶς ἡμιπόδιον ὑποτίθεται ὑπὸ τὴν ἑτέραν κεραμίδα, ἄφελε ἀπὸ τοῦ μήκους τῆς κεραμίδος, εἰς ὃν τόπον κατέχει. καὶ ἐπεί ἐστι τὸ μῆκος ποδῶν κ, τὸ δὲ πλάτος ποδῶν ιγ U+2220´, πολυπλασίασον τὰ κ ἐπὶ ιγ U+2220´· γίνονται σο. ταῦτα μέρισον εἰς τὰ β δ´· γίνονται ρκ τοσαῦται ἀναβήσονται κεραμίδες ἐπὶ τὸν οἶκον.