Ancient Greek · ~1 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 48
Hero of Alexandria, Stereometrica 48.1
Not analysed yet
Κολυμβήθρα, ἧς τὸ μῆκος ποδῶν κε, τὸ δὲ πλάτος ποδῶν ῑβ, τὸ δὲ ὕψος ἢ τὸ βάθος ποδῶν ε· εὑρεῖν, πόσα κεράμια χωρεῖ, ἢ πόσοι πόδες στερεοὶ γίνονται. ποίει οὕτως· πολυπλασίαζε τὰ ῑβ ἐπὶ τὰ κε· γίνονται τ. ταῦτα ἐπὶ τὰ ε τοῦ βάθους ἢ τοῦ ὕψους· γίνονται ,αφ. τοσαῦτα κεράμια χωρεῖ ἡ κολυμβήθρα.