Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 51
Hero of Alexandria, Stereometrica 51.1
Not analysed yet
Κοῦπα, ἧς ἡ κάτω διάμετρος ποδῶν ε, ἡ δὲ ἄνω ποδῶν γ, τὸ δὲ ὕψος αὐτῆς ποδῶν η· ἔχει δὲ οἶνον, εἰ τύχοι, ποδῶν ϛ· εὑρεῖν, πόσα κεράμια χωρεῖ. ποίει οὕτως· ὕφειλε τὰ τρία τῆς ἄνω διαμέτρου ἀπὸ τῶν ε τῆς κάτω· λοιπὰ β. ταῦτα ἐπὶ τὰ ϛ· γίνονται ῑβ. τούτων τὸ η΄· γίνεται ᾱ U+2220΄. ὕφειλε τὴν ᾱ U+2220΄ ἀπὸ τῶν ε· λοιπὰ γ U+2220΄. τοσούτων ἔσται ποδῶν τὸ πλάτος, ἕως ὅπῃ ὁ οἶνος ἐτύγχανε.