Ancient Greek
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 57
Hero of Alexandria, Stereometrica 57.1
Not analysed yet
Σκήνωσιν μετρῆσαι ἀέρος ἡμισφαιρίου. μέτρησον κατὰ τὴν προγεγραμμένην μέθοδον τῆς μετρήσεως τοῦ στερεοῦ τοῦ ἡμισφαιρίου χωρὶς τοῦ πάχους τῶν τοίχων. οἷον ἔστω ἡ διάμετρος τοῦ ἐμφώτου τοῦ ἡμισφαιρίου ποδῶν ῑ, τὸ δὲ πάχος τῶν β τοίχων ποδῶν δ. τοὺς ῑ πόδας τῆς διαμέτρου τοῦ ἐμφώτου καὶ μόνους πολυπλασιάζεις ἐφʼ ἑαυτούς· γίνονται ρ. τὰ ρ ἐπὶ τοὺς αὐτοὺς ῑ· γίνονται ᾱ. ταῦτα πολυπλασιάζεις ἑνδεκάκις· γίνονται α ,ᾱ. τούτων τὸ μβ΄· γίνονται πόδες σξᾱ U+2220΄ γ΄ ιδ΄. τοσούτων ἔστω ποδῶν τὸ σκήνωμα τοῦ ἀέρος τοῦ ἡμισφαιρίου.