Ancient Greek · ~2 min
ΙΙ., Chapter 59
Hero of Alexandria, Stereometrica 59.1-2
Not analysed yet
Πυραμίδα ἡμιτελῆ μετρῆσαι τὴν λεγομένην κόλουρον τὴν βάσιν ἔχουσαν τετράγωνον, ἧς αἱ περὶ τὴν βάσιν πλευραί εἰσιν ἐκ ποδῶν ιϛ καὶ αἱ περὶ τὴν κορυφὴν ἐκ ποδῶν καὶ τὰ κλίματα ἐκ ποδῶν μ· εὑρεῖν, πόσων ἐστὶ ποδῶν. ποίει οὕτως· τὰ ιϛ ἐφʼ ἑαυτά· γίνονται σνϛ· καὶ ὁμοίως τὰ ἕτερα ιϛ ἐφʼ ἑαυτά· γίνονται σνϛ. σύνθες ὁμοῦ· γίνονται φιβ. τούτων ἀεὶ λάμβανε πλευρὰν τετραγωνικήν· γίνονται κβ β. τοσούτου μετὰ διαφόρου ἡ διαγώνιος τοῦ ἐν τῇ βάσει τετραγώνου.