Ancient Greek · ~2 min
ΙΙ., Chapter 59
Hero of Alexandria, Stereometrica 59.5
Not analysed yet
ἐὰν δὲ μὴ ᾖ ἡ βάσις μήτε ἡ κορυφὴ τετράγωνος ἀλλὰ ἑτερομήκης, κατὰ ἑκάστην τῶν πλευρῶν πολυ πλασιάσας συνθήσεις εἰς τὸ τὴν διαγώνιόν σε εὑρεῖν· οἷον ἐπὶ ὑποδείγματος· ἐὰν ἡ μία τῶν περὶ τὴν βάσιν ᾖ ποδῶν ιϛ, ἡ δὲ ἑτέρα ποδῶν ιβ, ποιήσεις τὰ ιϛ ἐφʼ ἑαυτά· γίνονται σνϛ· ὁμοίως καὶ τὰ ιβ ἐφʼ ἑαυτά· γίνονται ρμδ. σύνθες ὁμοῦ· γίνονται υ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται κ. τοσούτου ἡ διαγώνιος τοῦ ἐν τῇ βάσει τετραγώνου. τοῦ κατʼ αὐτὴν μεθόδου εὑρήσεις τὸ στερεόν.