Ancient Greek
ΙΙ., Chapter 6
Hero of Alexandria, Stereometrica 6.1-2
Not analysed yet
Ἔστω φρέαρ καὶ ἐχέτω διάμετρον ποδῶν ε, καὶ περιοικοδομείσθω τοῖχος ἔχων πλάτος ποδῶν β, τὸ δὲ βάθος ποδῶν κ· εὑρεῖν, πόσων ποδῶν γίνεται ὁ τοῖχος. ποίει οὕτως· τοῦ τοίχου τὸ πλάτος δίς· γίνονται δ. ταῦτα προστίθημι τῇ διαμέτρῳ τοῖς ε· γίνονται πόδες θ· ἔστω ἡ διάμετρος τοῦ τοίχου καὶ τοῦ φρέατος ποδῶν θ. ταῦτα ἐφ᾿ ἑαυτά· γίνονται πα· καὶ ἀφαιρῶ ἀπὸ τῶν πα τὴν διάμετρον τοῦ φρέατος τὰ ε ἐφ᾿ ἑαυτά· γίνονται κε· λοιπὸν νϛ. ταῦτα ἀεὶ ἑνδεκάκις· γίνονται χιϛ. τούτων ἀεὶ τὸ ιδ´· γίνονται μδ. ταῦτα πολυπλασιάζω ἐπὶ τὸ βάθος· γίνονται ωπ. ἔσται ὁ τοῖχος στερεῶν ποδῶν ωπ.