Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 60
Hero of Alexandria, Stereometrica 60.1
Not analysed yet
Σκήνωσιν μετρῆσαι ἀέρος τῆς αὐτῆς κόγχης ἤγουν τεταρτημορίου καὶ εὑρεῖν τὴν στερεομετρίαν τῆς οἰκοδομῆς. μέτρησον κατὰ τὴν αὐτὴν μέθοδον τοῦ ὁλομάζου τῆς κόγχης χωρὶς τοῦ πάχους τῶν τοίχων. οἷον τοὺς ῑ πόδας τῆς διαμέτρου τοῦ ἐμφώτου ἐφʼ ἑαυτούς· γίνονται ρ. τὰ ρ πάλιν ἐπὶ τοὺς ῑ· γίνονται ,ᾱ. τὰ ,ᾱ ἑνδεκάκις· γίνονται α ,ᾱ. τούτων τὸ πδ΄· γίνονται πόδες ρλ U+2220΄ γ΄ ιβ΄ κη΄. τοσούτων ποδῶν ἔστω ὁ ἀὴρ τῆς κόγχης· οὓς ἄφελε ἀπὸ τῶν προγεγραμμένων τνθ γ΄ ποδῶν τοῦ ὁλομάζου· καὶ οἱ λοιποὶ πόδες σκη δ΄ η΄ τῆς οἰκοδομῆς.