Ancient Greek · ~2 min
ΙΙ., Chapter 60
Hero of Alexandria, Stereometrica 60.3
Not analysed yet
ἀποτετραγωνισθείσης οὖν ληψόμεθα τὸ ϛ΄. ἐὰν δὲ τὸ τρίγωνον ἰσοσκελές· οἷον ἔστωσαν αἱ ἴσαι ἐκ ποδῶν ιβ, ἡ βάσις ποδῶν η, τὰ κλίματα ἐκ ποδῶν κε τῆς πυραμίδος· ποίει οὕτως· δίελε τὴν βάσιν, τῶν η τὸ U+2220΄· γίνονται δ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ιϛ. καὶ ποίει μίαν τῶν πλευρῶν τὰ ιβ ἐφʼ ἑαυτά· γίνονται ρμδ. ἀπὸ τούτων ὕφελε τὰ δ ἐφʼ ἑαυτά· γίνονται ιϛ· λοιπὰ ρκη· ὧν πλευρὰ τετραγωνικὴ ποδῶν ια δ΄ κβ΄ μδ΄. τοσούτου ἔσται ἡ κάθετος ἡ ἐν τῇ βάσει τοῦ ἰσοσκελοῦς τριγώνου.