Ancient Greek
ΙΙ., Chapter 64
Hero of Alexandria, Stereometrica 64.1-2
Not analysed yet
Καὶ τὴν ἑξάγωνον μετρήσεις οὕτως οὐκέτι ζητῶν τὴν διάμετρον· οἶον ἔστω πυραμὶς ἑξάγωνος, ἧς ἑκάστη τῶν πλευρῶν ἀνὰ ποδῶν ιβ, τὰ δὲ κλίματα ἐκ ποδῶν λε· εὑρεῖν τὴν κάθετον καὶ τὸ στερεόν. ποιῶ οὕτως· τὰ ιβ ἐφʼ ἑαυτά· γίνονται ρμδ· καὶ τὰ λε ἐφʼ ἑαυτά· γίνονται ,σακε. ὕφελε ἀπὸ τούτων τὰ ρμδ· λοιπὸν απα· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν λβ U+2220ʹ δ΄ ηʹ ξδʹ.