Ancient Greek · ~2 min
68.3 to 68.4
Hero of Alexandria, Stereometrica 68.3-4
Not analysed yet
καὶ πάλιν ἀφαιρῶ ἀπὸ τῆς μείζονος πλευρᾶς τὰ ιβ ἀπὸ τῶν κδ· λοιπὸν γίνονται ιβ. τούτων τὸ U+2220΄· γίνονται ϛ. καὶ πάλιν ὁμοίως τὴν κορυφὴν ἀπὸ τῆς βάσεως τὴν ἐλάσσονα πλευράν, οἷον τὰ η ἀπὸ τῶν ιϛ· λοιπὸν γίνονται η τούτων τὸ U+2220΄· γίνονται δ. ταῦτα πολυπλασίασον ἐπὶ τὰ ϛ· γίνονται κδ. τούτων τὸ γʹ μέρισον· γίνονται η. ταῦτα προσέθηκα τοῖς σιϛ· γίνονται ὁμοῦ σκδ. ταῦτα πολυπλασίασον ἐπὶ τὸ ὕψος, ἐπὶ τὰ ν· γίνονται α ,ασ καὶ τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ βωμίσκου. ὁμοίως δὲ καὶ ἐπʼ ἄλλων ἀριθμῶν μετρήσομεν.