Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 7
Hero of Alexandria, Stereometrica 7.1
Not analysed yet
Πάλιν σφαίρας τὸ στερεὸν εὑρήσομεν οὕτως· ἡ διάμετρος ποδῶν ῑ. κύβισον τὰ ῑ· ἐφʼ ἑαυτὰ γίνονται ρ· ταῦτα πάλιν ἐπὶ ῑ· γίνονται ,ᾱ. ταῦτα ποίησον ἐνδεκάκις καὶ τούτων λαβὲ τὸ κα´· καὶ γίνεται τὸ στερεὸν φκγ καὶ ιζ κα´. ἐποιήσαμεν δὲ τὰ γενόμενα ἐνδεκάκις καὶ τὸ κα´ ἐλάβομεν διὰ ταύτην τὴν αἰτίαν· δείκνυσιν Ἀρχιμήδης, ὅτι ια κύβοι ἴσοι γίνονται κα σφαίραις.